Textus Originalis

Ol. 103, 1 : 368 a. Chr. 463

Ol. 103, 1 : 368 a. Chr. 463

φορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπ᾽ αὐτὸν χώρας. παρα- σκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμό- ζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν. καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν ᾿Ερυκί- νων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον· πολλῶν δ᾽ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορ- κίαν ἔλυσεν. ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδο- νίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν ᾿Ερυκίνων λιμένα, τὰς δ᾽ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας. οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώ- σαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν ᾿Ερυκίνων· ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενο- μένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας. μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησά- μενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις. μετ᾽ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διο- νύσιος ἐτυράννευσεν ἔτη δώδεκα. Οὐκ ἀνοίκειον δ᾽ ἐστὶ τῆς ὑποκειμένης ἱστορίας