Textus Originalis

462 DIODOR. XV 72—74.

462 DIODOR. XV 72—74.

ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆ- θος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων. ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθ᾿ ἑαυτοῦ διαβολάς, τότε ὁ δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν. μετ᾽ ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς ᾿Αρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ᾗ ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς. μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο· ἔπεσον γὰρ ᾿Αρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δ᾽ οὐδείς. προεῖπον δ᾽ αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι ὁ πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται. μετὰ δὲ τὴν μάχην οἱ ᾿Αρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαί- ρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρ- ρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων ᾿Αρκάδων. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρ᾽ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπ᾿ αὐτούς. οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς δια-