Textus Originalis
Ol. 103, 2 : 367 a. Chr. 465
ποιητάς. εὐλόγως οὖν κατὰ τὸν χρησμὸν διὰ τὸ περιγενέσθαι τῶν κρειττόνων ἐπακολουθοῦσαν ἔσχε τὴν τοῦ βίου τελευτήν. ῾Ο δὲ Διονύσιος ὁ νεώτερος διαδεξάμενος τὴν τυραννίδα, πρῶτον τὰ πλήθη συναγαγὼν εἰς ἐκκλη- σίαν παρεκάλεσε τοῖς οἰκείοις λόγοις τηρεῖν τὴν πατροπαράδοτον πρὸς αὐτὸν εὔνοιαν, ἔπειτα τὸν πατέρα μεγαλοπρεπῶς θάψας κατὰ τὴν ἀκρόπολιν πρὸς ταῖς βασιλίσι καλουμέναις πύλαις, ἠσφαλίσατο τὰ κατὰ τὴν ἀρχήν. ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αθήνησι Πολυζήλου κατὰ μὲν τὴν ῾Ρώμην ἀναρχία διά τινας πολιτικὰς στάσεις ἐγένετο, κατὰ δὲ τὴν ῾Ελλάδα ᾿Αλέξανδρος ὁ Φερῶν τύραννος ἐν τῇ Θετταλίᾳ περί τινων ἐγκαλέσας τῇ πόλει τῶν Σκοτουσσαίων, ἐκάλεσεν αὐτοὺς εἰς ἐκκλη- σίαν καὶ περιστήσας τοὺς μισθοφόρους ἅπαντας ἀπέσφαξε, τὰ δὲ σώματα τῶν τετελευτηκότων ῥίψας εἰς τὴν πρὸ τῶν τειχῶν τάφρον τὴν πόλιν διήρ- πασεν. ᾿Επαμεινώνδας δ᾽ ὁ Θηβαῖος μετὰ δυνάμεως ἐμβαλὼν εἰς Πελοπόννησον τοὺς ᾿Αχαιοὺς καί τινας ἄλλας πόλεις προσηγάγετο, Δύμην δὲ καὶ Ναύ- πακτον καὶ Καλυδῶνα φρουρουμένην ὑπ᾽ ᾿Αχαιῶν ἠλευθέρωσεν. ἐστράτευσαν δὲ καὶ εἰς Θετταλίαν Βοιωτοί, καὶ Πελοπίδαν ἐκομίσαντο παρ᾿ ᾿Αλεξάν- δρου τοῦ Φερῶν τυράννου. Φλιασίοις δὲ πολε- μουμένοις ὑπ᾽ ᾿Αργείων Χάρης ὑπ᾽ ᾿Αθηναίων πεμ- φθεὶς στρατηγὸς μετὰ δυνάμεως ἐβοήθησε [τοῖς