Textus Originalis

466 DIODOR. XV 75—77.

466 DIODOR. XV 75—77.

Φλιασίοις πολιορκουμένοις]· νικήσας δὲ τοὺς ᾿Αρ- γείους δυσὶ μάχαις καὶ τὴν ἀσφάλειαν περιποιήσας τοῖς Φλιασίοις ἐπανῆλθεν εἰς τὰς ᾿Αθήνας. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Κηφισόδωρος, ἐν ῾Ρώμῃ δ᾽ ἀντὶ τῶν ὑπά- των χιλιάρχους ὁ δῆμος τέσσαρας κατέστησε, Λεύ- κιον Φούριον, Παῦλον Μάλλιον, Σερούιον Σουλ- πίκιον, Σερούιον Κορνήλιον. ἐπὶ δὲ τούτων Θεμίσων ὁ ᾿Ερετρίας τύραννος ᾿Ωρωπὸν κατελάβετο. ταύτην δὲ τὴν πόλιν οὖσαν ᾿Αθηναίων παραλόγως ἀπέβαλεν· τῶν γὰρ ᾿Αθηναίων στρατευσάντων ἐπ᾿ αὐτὸν καὶ πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, οἱ Θηβαῖοι βοηθήσαντες αὐτῷ καὶ παραλαβόντες ἐν παρακαταθήκῃ τὴν πόλιν οὐκ ἀπέδωκαν. — ῞Αμα δὲ τούτοις πραττομένοις Κῷοι μετῴκησαν εἰς τὴν νῦν οἰκουμένην πόλιν καὶ κατεσκεύασαν αὐτὴν ἀξιόλογον· πλῆθός τε γὰρ ἀνδρῶν εἰς ταύτην ἠθροίσθη καὶ τείχη πολυτελῆ κατεσκευάσθη καὶ λιμὴν ἀξιόλογος. ἀπὸ δὲ τούτων τῶν χρόνων αἰεὶ μᾶλλον ηὐξήθη προσόδοις τε δημοσίαις καὶ τοῖς τῶν ἰδιωτῶν πλούτοις, καὶ τὸ σύνολον ἐνάμιλλος ἐγένετο ταῖς πρωτευούσαις πόλεσιν. — ῞Αμα δὲ τούτοις πραττομένοις ὁ τῶν Περσῶν βασιλεὺς ἀποστείλας πρέσβεις ἔπεισε τοὺς Ἕλληνας τοὺς μὲν πολέμους καταλύσασθαι καὶ κοινὴν εἰρήνην συν- θέσθαι πρὸς ἀλλήλους. διόπερ ὅ τε Λακωνικὸς