Textus Originalis
492 DIODOR. XV 92. 93.
πόλεμον ἐξέκαυσεν. ὁ γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορ- κεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκατάνους γενό- μενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμό- νας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι. τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, ὁ μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς ᾿Αραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων· ὁ δὲ ᾿Αρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πο- λέμου. Μετ᾿ ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς ᾿Αρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι. τοῦ γὰρ ᾿Αρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον. τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν ᾿Αγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι. ὁ μὲν οὖν ᾿Αγησίλαος ὁρῶν τὸν βασιλέα κατα-