Textus Originalis
Ol. 104, 3 : 362 a. Chr. 491
των ἡγεμόνας, τούτους μὲν συλλαβὼν καὶ δήσας ἀνέπεμψε πρὸς ᾿Αρταξέρξην, αὐτὸς δὲ ἀποστάτης γενόμενος ταῖς ἐκ τῆς προδοσίας δωρεαῖς διελύσατο τὰ πρὸς τὸν βασιλέα. κατὰ δὲ τὴν Αἴγυπτον Τα- χὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ᾽ ἐπιλέκτους ἐκ τῆς ῾Ελλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρα- τιώτας Αἰγυπτίους ὀκτακισμυρίους. καὶ τῶν μὲν μισθοφόρων τὴν ἡγεμονίαν παρέδωκεν ᾿Αγησιλάῳ τῷ Σπαρτιάτῃ, ἀπεσταλμένῳ μὲν ὑπὸ Λακεδαιμο- νίων ἐπὶ συμμαχίαν μεθ᾽ ὁπλιτῶν χιλίων, δυνα- μένῳ δ᾽ ἡγεῖσθαι στρατιωτῶν καὶ δι᾽ ἀνδρείαν καὶ στρατηγικὴν σύνεσιν τεθαυμασμένῳ· τοῦ δὲ ναυ- τικοῦ τὴν στρατηγίαν ἐνεχείρισε Χαβρίᾳ τῷ ᾿Αθη- ναίῳ, δημοσίᾳ μὲν ὑπὸ τῆς πατρίδος οὐκ ἀπεσταλ- μένῳ, ἰδίᾳ δὲ ὑπὸ τοῦ βασιλέως συστρατεύειν πεπεισμένῳ. αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων [ἅπασαν] τὴν ἡγεμονίαν καὶ στρατηγὸς ὢν ἁπάσης τῆς δυνά- μεως, ᾿Αγησιλάῳ μὲν συμβουλεύσαντι μένειν ἐπὶ τῆς Αἰγύπτου καὶ διὰ τῶν στρατηγῶν τὸν πόλεμον διοι- κεῖν οὐ προσέσχε καλῶς συμβουλεύοντι. τῆς γὰρ δυνάμεως προελθούσης πορρωτέρω καὶ περὶ Φοι- νίκην καταστρατοπεδευούσης, ὁ καθεσταμένος ἐπὶ τῆς Αἰγύπτου στρατηγὸς ἀπέστη ἀπὸ τοῦ βασιλέως, διαπεμψάμενος δὲ πρὸς τὸν υἱὸν Νεκτανεβώ, καὶ πείσας ἀντέχεσθαι τῆς ἐν Αἰγύπτῳ βασιλείας, μέγαν