Textus Originalis
494 DIODOR. XV 93—95.
ὁ μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατ᾽ Αἴγυπτον βασιλείαν, ὁ δ᾽ ᾿Αγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς. ἐπ- ανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς. καὶ τὰ μὲν κατὰ τὴν ᾿Ασίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν. Κατὰ δὲ τὴν Πελοπόννησον τοῖς ᾿Αρκάσι γενο- μένης εἰρήνης κοινῆς μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντες τοῖς ὅρκοις πάλιν κατέστησαν εἰς πόλεμον. ἐν μὲν γὰρ τοῖς ὅρκοις ἦν γεγραμμένον ἑκάστους εἰς τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰς δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεις μετῳκισμέναι καὶ δυσχερῶς φέρουσαι τὴν ἐκ τῆς πατρίδος μετάστα- σιν. διόπερ αὐτῶν ἐπανελθόντων εἰς τὰς προγε- γενημένας πόλεις, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰς πατρίδας. διὰ δὲ ταύτην τὴν αἰτίαν γενομένης διαφορᾶς οἱ μὲν ἐκ τῶν πολισμάτων ἠξίουν αὐτοῖς βοηθεῖν Μαντινεῖς καὶ τῶν ἄλλων ᾿Αρκάδων . . ., ἔτι δὲ ᾿Ηλείους καὶ τοὺς ἄλλους τοὺς μετεσχηκότας τοῖς Μαντινεῦσι συμμαχίας· οἱ δὲ Μεγαλοπολῖται τοὺς Θηβαίους παρεκάλουν συμμα-