Textus Originalis

Ol. 104, 4 : 361 a. Chr. 495

Ol. 104, 4 : 361 a. Chr. 495

χεῖν. οἷς ἀπέστειλαν συντόμως ὁπλίτας μὲν τρισχι- λίους, ἱππεῖς δὲ τριακοσίους, ὧν τὴν στρατηγίαν εἶχε Παμμένης. οὗτος δὲ παρελθὼν εἰς Μεγάλην πόλιν, καὶ τῶν πολισμάτων ἃ μὲν ἐκπορθήσας, ἃ δὲ καταπληξάμενος, συνηνάγκασεν εἰς τὴν Μεγάλην πόλιν μετοικῆσαι. καὶ τὰ μὲν περὶ τὸν συνοικισμὸν τῶν πόλεων ἐπὶ τοσοῦτο ταραχῆς ἐλθόντα ἔτυχεν ἐνδεχομένης καταστολῆς. Τῶν δὲ συγγραφέων ᾿Αθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγρα- φον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφα- λαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν. ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αθήνησι Νικοφήμου τὴν ὑπα- τικὴν ἀρχὴν ἐν ῾Ρώμῃ διέλαβε Γάιος Σουλπίκιος καὶ Γάιος Λικίνιος. ἐπὶ δὲ τούτων ᾿Αλέξανδρος μὲν ὁ Φερῶν τύραννος λῃστρίδας ναῦς ἐκπέμψας ἐπὶ τὰς Κυκλάδας νήσους, τινὰς μὲν ἐκπολιορκήσας πολ- λῶν σωμάτων ἐκυρίευσεν, εἰς δὲ τὴν Πεπάρηθον ἀποβιβάσας μισθοφόρους στρατιώτας ἐπολιόρκει τὴν πόλιν. ᾿Αθηναίων δὲ βοηθησάντων τοῖς Πεπαρη- θίοις, καὶ στρατηγὸν Λεωσθένην ἀπολιπόντων, ἐπέ- θετο τοῖς ᾿Αθηναίοις· ἐτύγχανον δ᾽ οὗτοι παρα- φυλάττοντες τοὺς ἐν τῷ Πανόρμῳ διατρίβοντας τῶν ᾿Αλεξάνδρου στρατιωτῶν. ἀπροσδοκήτως δὲ ἐπιθε-