Textus Originalis
496 DIODOR. XV 95.
μένων τῶν τοῦ δυνάστου, παράδοξος εὐημερία περὶ τὸν ᾿Αλέξανδρον ἐγένετο. οὐ μόνον γὰρ τοὺς ἀπε- σταλμένους ἐν τῷ Πανόρμῳ διέσωσεν ἐκ τῶν μεγί- στων κινδύνων, ἀλλὰ καὶ τριήρεις μὲν ᾿Αττικὰς πέντε, μίαν δὲ Πεπαρηθίαν εἷλε, καὶ σωμάτων ἐκυρίευσεν ἑξακοσίων. οἱ δ᾽ ᾿Αθηναῖοι παροξυν- θέντες τοῦ μὲν Λεωσθένους ὡς προδότου θάνατον κατέγνωσαν καὶ τὴν οὐσίαν ἐδήμευσαν, ἑλόμενοι δὲ στρατηγὸν Χάρητα καὶ ναυτικὴν δύναμιν δόντες ἐξέπεμψαν. οὗτος δὲ τοὺς μὲν πολεμίους εὐλαβού- μενος, τοὺς δὲ συμμάχους ἀδικῶν διετέλει. κατα- πλεύσας γὰρ εἰς Κόρκυραν συμμαχίδα πόλιν, στά- σεις ἐν αὐτῇ μεγάλας ἐκίνησεν ἐξ ὧν συνέπεσε γενέσθαι σφαγὰς πολλὰς καὶ ἁρπαγάς, δι᾿ ἃς συν- έβη τὸν δῆμον τῶν ᾿Αθηναίων διαβληθῆναι παρὰ τοῖς συμμάχοις. ὁ μὲν οὖν Χάρης καὶ ἕτερα τοιαῦτα παρανομῶν ἀγαθὸν μὲν οὐδὲν διεπράξατο, τῇ δὲ πατρίδι διαβολάς. Τῶν δὲ συγγραφέων Διονυσόδωρος καὶ ῎Αναξις οἱ Βοιωτοὶ [τὴν τῶν ῾Ελληνικῶν ἱστορίαν] εἰς τοῦτον τὸν ἐνιαυτὸν κατεστρόφασι τὰς συντάξεις. ἡμεῖς δὲ τὰς πρὸ Φιλίππου τοῦ βασιλέως πράξεις διεληλυθότες, ταύτην μὲν τὴν βύβλον κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν· τὴν δ᾽ ἐχο-