Textus Originalis
I.
† Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ. Ὥσπερ οἰκοδόμος οἰκείαν οἰκοδομῶν, οὐ μόνον διὰ μεγίστων καὶ τετραγω νιαίων λίθων ἀλλʼἐστιν ὅτε καὶ μικροῖς κάχληξι πρὸς τὴν οἰκοδομὴν αὐτῆς κέχρηται· οὕτω καὶ βασιλεὺς ἀγαθὸς τὸ ὑποίκων εὐεργετῶν καὶ οἷον ἡ τοῦτο ἐπικοδομῶν οὐ μόνων μεγίσταις δωρεαῖς ἀλλὰ καὶ μικροῖς ἀποθεραπεύει τοῦτο χαρίσμασι. διά τι τοῦτο καὶ ἀδιλῆνα ἡ σύμβιος ἄδαμ θηλάσασα τὸ γνήσιόν μου υἱὸν χενρὴν ἐπεδόθη αὐτῆ μικρὰ δωρεά· ἐν τῆ διακρατήσι τῆς χώρας ἡμῶν βοίκου τὸ ἡμέτερον κράτος ἐδωρησάτο αὐτῆς καὶ τῶν αὐτῆς κληρονόμων καὶ διαδόχων χωρίον τὸ λεγόμενον ῥάχαλ ἐξάμες σὺν τῶν δικαιωμάτων αὐτοῦ μετὰ ζευγαρίων πέντε καὶ βελλάνων πέντε· καὶ εἰσὶν οὗτοι μοὔσες υἱὸς σωλιμὲν, νέμες ἀδελφὸς αὐτοῦ, ἴσες ἀδελφὸς αὐτῶν, μουλέασεν ἀδελφὸς αὐτῶν, μουχάμ μουτ υἱὸς ἀβδεῤῥαχμὲν βουλήπτις· ὁ δὲ περιορισμὸς τοῦ ῥηθέντος χωρίου ὑπάρ χει οὕτως· ὡς ἄρχεται κατὰ ἀνατολὴν ἐκ τὸν μέγαν ποταμὸν τὸν χατερχό μενον ὑποκάτω τοῦ βοίκου ἐκ τὸν λιθον τὸν σχιστὸν ἀναβένοντες τὸ ῥύακην ἕως εἰς τὸν ἐγκρυμνὸν τὸν γνωριζόμενον ἐλεγζὴλ καὶ ἐκῆθεν ἀναβένη ἕως τοῦ