Textus Originalis
IV.
† σίγνον χειρὸς καπίλης γυνῆς τοῦ ἀποιχομένου ἰωάννου δὲ ἀλὴφ ἀναλαμ βανωμένης καὶ τὰ ἀνεληκά μου τέκνα. † σίγνον χειρὸς ἰωσφρὲς υἱοῦ αὐτῶν. Ἡ προρηθεῖσα καπίλη σὺν τῶ υἱῶ μου ἰωσφρὲς οἱ τὰ σίγνα τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ οἰκοίαις χερσὶν ἀνωτέρω τυπώσαντες ὁμολογοῦμεν ὡς ὅτι ἠδία ἡμῶν βουλῆ καὶ ἑκουσία προερέσει χωρὶς δόλου καὶ χλεύης ἢ ῥαδιουργίας καὶ πάσης ἄλλης ἀπιγωρευμένης αἰτείας ἢ βίας, ἀλλʼ ἐν ἐῤῥωμένω ἡμῶν τῶ νοὶ καὶ λογισμῶ ὑγιένοντι μετὰ παντὸς θελήματος πεπράκαμεν πρὸς σὲ τὸν κύριν δω νάτον τὸν καθηγούμενον τῆς σεβασμίας μονῆς τοῦ ἁγίου ἰωάννου τοῦ εὐαγγε λιστοῦ τοῦ ἐν τῶ κάτωθεν μέρει τοῦ θεωφρουρίτου καὶ μεγάλου παλατίου καὶ πρὸς τοὺς μετὰ σοῦ ἀδελφοὺς τὸ ἡμέτερον ἀμπέλιον ὅλον καὶ τὸ μετὰ αὐτοῦ ἀργὸν χωράφιον τὸ περιέχων διάφορα δένδρα τὸ ὄν καὶ διακείμενον ἐν τοῖς προαστείοις πόλεως πανόρμου εἰς τὸ ἀγρὸν μαρίας διὰ ταρία ἑπτακόσια κόκκου αʹ, ἅτινα ἀπὸ τῶν χειρῶν σου εἰς τὰς ἡμετέρας χεῖρὰς ἐδεξάμεθα τέλεια καὶ ἀνελληπῆ· παρεδώκαμεν τοῦτο τὸ ἀμπέλιον καὶ τὸ χωράφι πρὸς ὑμᾶς λόγω