Textus Originalis

IV.

IV.

Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ Καὶ πάντων μὲν εἴκειν τοῖς αἰτήμασιν ὅπου μὴ βλάβη ψυχῆς πρόσεστιν ἁρ μόδιον, μάλλιστα δὲ τῶν παντελῶς τὴν κοσμικὴν τριβὴν διαφυγόντων καὶ πρὸς ἀπαρακλήτους τόπους προσκαρτερούντων ὡς τὰς ἑαυτῶν ψυχάς τε καὶ σώ ματα τῶ θεῶ μόνω ἀφιερωσάντων, οἷς εὐχαὶ πάννυχί καὶ ὕμνοι πρὸς θεὸν πα νημέριοι τελοῦνται ἐπὶ κραταιῶσι μὲν ἡμέτερα καὶ τῶν ἐξ ἡμῶν συστάσι δὲ τῆ τοῦ κόσμου παντός. Ἔνθεν τοι καὶ σὲ τὸν ἰσιχαστὴν κύριν μηχαὴλ πριόριν τῆς μονῆς θεοτόκου τοῦ καμπογρόσσου αἰτήσεις ἐπιφερόμενόν μοι διὰ τοῦ τὸ εἶναι τὴν τοιαύτην μονὴν ἐστεριμένην τινῶν καματικῶν χωραρίων ἠτίσω ὅπως ἐπι βραβεύσιε τὸ ἡμέτερον κράτος λόγου τῆς ῥιθήσης τιμίας μονῆς τινὰ χωράφια ἐκ τῶν τῆς ἡμετέρας κόρτης χωραρίων· ὅθεν καὶ δέων ὠήθημεν ἐυεργεσίας χάρην ἀξιῶσε σε καὶ τὴν ῥιθήσαν τιμίαν μονὴν τοῦ αἰτήματος, ὑπὲρ ψυχικῆς ἡμῶν σω τηρίας καὶ τῶν ἐξ ἡμῶν ἀφιεροῦμεν εἰς τὴν προριθήσαν τιμιωτάτην μονὴν τῆς ὑπερυμνήτου δεσπίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας τῆς ἐπονομαζο μένης τοῦ καμπογρόσσου τινὰ χωράφια ἀργὰ ὄντα καὶ διακείμενα ἐν τοῖς προα