Textus Originalis
V.
Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀμήν. Ὄφελει τὸν ἐν ἀληθῆ χριστιανὸν ὄντα καὶ καλούμενον τῶ τοιούτω ἁγίω ὀνό ματι τὰ σωτήρια καὶ αἰώνια καὶ τὴν τῶν οὐρανῶν βασιλίαν ἐξελέξασθαι, ἢ μᾶλ λον τὰ πρόσκερα καὶ μὴ μένοντα ἐπιθυμᾶν καὶ συνάγειν περιφερόμενα πρὸς τὴν τῆς προσκέου ζωῆς χρήσιν. Ὅθεν ἐγὼ ῥογέριος ὁ ἐν τῇ τῶν ἀγαρινῶν φρησκία ποτὲ καλούμενος ἄχμετ, ὁ τῆ τοῦ χριστοῦ ἀληθοῦ θεοῦ ἡμῶν καὶ τῆς ὑπερα γίας θεοτόκου καὶ ἀειπαρθένου μαρίας μητρὸς αὐτοῦ καὶ τῆ ῥιγηκῆ χάριτι πρὸς τὸ ἅγιον φώτισμα ἀνακαλεσθεῖς καὶ τοῦ ἁγίου βαπτίσματος καταξιωθεῖς, καὶ παρὰ τοῦ κράτους τῆς ῥιγηκῆς ἐξουσίας πλῆστα καὶ διάφορα χαρίσματα ἀναλαβὼν, διὰ τοῦ παρόντος ἐμοῦ σιγηλλίου δῆλα ποιῶ τοῖς πᾶσιν, ὅσον τοῖς ἐνεστῶσιν καὶ ὅσον τοῖς μετέπειτα ἐπωμένοις, ὡς ὅτι τὴν διατριβὴν ποιουμένου τοῦ θεοστέπ του ῥιγικοῦ κράτους ἐν τῆ θεοφρουρίτω πόλη πανόρμου καὶ ἐν τῶ θεοστηρίκτω αὐτῆς παλατίω, ἐμοῦ τοῦ ῥηθέντος ῥογερίου ἄχμετ συνόντος ἐν τῶ αὐτῶ παλα τίω ἐν τῆ συνοδία καὶ ὑπὸ ἐξουσίας τῆς θεοστηρίκτου δεσποτίας τοῦ ῥηθέντος ῥιγικοῦ κράτους, προσέχων ὅτι τὰ τοῦ κόσμου ἀγαθὰ πρόσκερά εἰσι καὶ μάταια