Textus Originalis
VIII.
† Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ Ἄξιον ὄντως ἐστὶ καὶ λίαν θεῶ ἐυαπόδεκτον τοῦ ἕως τῶ βίω τούτω διάγειν ἡμὰς περὶ τῶν θείων καὶ ἱερῶν ναῶν ὅση δύναμης ἐξεγείρειν φροντήδα, καὶ ἐν αὐτοῖς τὰ προσήκοντα ἀποδιδῶναι καὶ βεβαιεῖν ἐκ τὰ τοῦ κόσμου ἀγαθά, μάλ λιστα μέντοι οἷς ἐνοικοῦσι πατράσι καὶ κληρικοῖς, κατάλογος θεῖος ἐν αὐτοῖς ὑπομιμνήσκεσθαι ἡμὰς χρῖ, ἵνα διὰ τῶν θεοφίλως βιοῦντων ἐν τούτοις τὰς εὐχὰς εἰς σύστασγν καὶ εἰρήνην περικρατεῖται ἡ ὑφίλιος ἅπασα καὶ τὸ ἡμέτερον κρά τος· τὰς τοιαύτας τοίνυν ὑπὲρ τοῦ θείου κλήρου καὶ ἱεροῦ καταλόγου ἡμεῖς ἔχοντες ἀδιαλήπτως ἐν νῶ ἐννοίας καὶ νῦν ἐπὶ τῶ ἀπομείναντι ἀφροντίστω ναῶ τῆς ὑπεραγίας θεοτόκου, καὶ ἀειπαρθένου μαρίας τῆς ἀρχιεπισκοπῆς πόλεος πα νόρμου προχειριζόμεθα ἀποδίδωντες καὶ στέργοντες τὰ ἀφιερωθέντα καὶ δωρηθέντα τῆ βουλῆ καὶ ἰδήσι ἡμῶν τρία συγκεκολλημένα χωρία τὰ λεγόμενα βουργη νίσσεμα ῥαχαλιὼβ καὶ ῥασγαδὲν τὰ ὄντα καὶ διακείμενα ἔσω τῶν περιχώρων τοῦ νάρου καὶ τῆς ὀλυμπιάδος τῆς λεγομένης λεκάτας αὐτῆ τῆ ἀρχιεπισκο πῆ τῆς πανόρμου παρὰ τοῦ εὐγενοῦς ἀνδρὸς ῥογερίου ἄχμετ ἡμετέρω πνευμα