Textus Originalis

— 25 —

— 25 —

τικῶ ἐν χριστῶ ἀδελφῶ καὶ τῶ τιμιωτάτω ταύτης τῆς ἀρχιεπισκοπῆς ὑπο ψιφίω ἡμετέρω πιστωτάτω φαμιληάρι καὶ συμβουλάτωρι κυρῶ ῥογερίω φε σκὰ καὶ τοῖς αὐτοῦ διαδόχοις σὺν πάντων τῶν δικαιωμάτων διακρατήσεων καὶ περιορισμῶν αὐτῶν, ὡς περιέχωνται ἐν τῶ σιγιλλίω τῆς ἀφιερώσεως καὶ δωρεᾶς τῶν προρηθέντων τριῶν συγκεκολλημένων χωρίων τῶ ποιηθέντι καὶ ἀποδωθέντι τῶ προλεχθέντι τιμιωτάτω ὑποψηφίω εἰς ὄνομα τῆς ῥηθήσης ἀρ χιεπισκοπῆς αὐτοῦ καὶ αὐτῶ τῶ ὑποψηφίω καὶ τοῖς αὐτοῦ διαδόχοις τοὺ εἰς ἔτη καὶ ἔτη μετὰ τὴν αὐτοῦ ἀποβίωσιν οἱ μετʼ αὐτὸν ἀνιστάμενοι εἰς τὸν βαθμὸν τῆς αὐτῆς ἀρχιεπισκοπῆς τοὺς οὔακας αὐτῆς διακυβερνᾶν, καὶ αὐτῆ τῆ ἀρχιεπισκοπῆ προϊστᾶσθαι· ἐν αὐτῶ δὲ τῶ ἁγίω ναῶ ἃ εὕραμεν ἀγαθὰ κινητὰ καὶ ἀκύνιτα καὶ τὰ προειριμένα τρία συγκεκολλημένα χωρία σὺν τῶν διαφερόντων αὐτῶν δικαιωμάτων ἐν αὐτῶ τῶ θείω ναῶ ἀφιεροθέντα καὶ δω ρηθέντα τῆ ἡμετέρα βουλῆ καὶ συνένεσι ὡς ἄνω ἔφημεν· στέργωμέν τε καὶ βεβαιοῦμεν τοῦ αὐτὰ εἰς ἐξουσίαν αὐτοῦ τοῦ ὑποψιφίου καὶ τῆς ῥηθήσης ἀρ χιεπισκοπῆς αὐτοῦ καὶ τῶν αὐτοῦ διαδόχων χρῆσιν καὶ ὑπηρεσίαν τῆς τρα πέζης αὐτῶν αἰωνίως ἐλεύθερα ἐναπομεῖναι, καὶ διʼ αὐτῶν τῶ θελίματι αὐτῶν κυβερνηθήσονται· ὅστις δὲ βουλιθῆ παρακροῦσαι τῶ παρόντι ἡμετέρω σιγιλλίω τῆς παρούσης στερεώσεως καὶ βεβαιώσεως τῶν ῥηθέντων τριῶν συγκεκολλη μένων χωρίων σὺν τῶν αὐτῶν συμφερόντων δικαιομάτων καὶ διακρατήσεων καὶ ῥηθέντων περιορισμῶν περιεχομένων ἐν τῶ ῥηθέντι σιγιλλίω τῆς ἀφιερώσεως καὶ δωρεᾶς τοῦ ἐπάνω ῥηθέντος ῥογερίω ἄχμετ ἡμετέρω πνευματικῶ ἐν χρι στῶ ἀδελφῶ ἄχρι μὲν τῆς ἡμετέρας ζωῆς τὴν διεκδίκησιν εἰτʼοῦν δεφένδευ σην παρὰ τῆς ἡμετέρας ἐξουσίας σχείεν· μετὰ δὲ τῆς τελευτῆς ἡμῶν εἰ μὲν διάδοχος ἢ κληρόνομος ἡμῶν εἴη μὴ εἰσακούεται, ἢ δὲ ἕτερος ἄλλος ταῦτα διαπράξαι τολμήσιε ὑπομένει τὴν ἀγανάκτησιν τῶν αὐτῶν ἡμετέρων κληρονό μων καὶ διαδόχων, καὶ ἐπὶ πᾶσι σχίοι τὸ ἀνάθεμα παρὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τὴν ἀρὰν τῶν τ ι ὴʹ θεοφόρων πατρῶν καὶ ἡ μέρης αὐ τοῦ ἔστω μετὰ ἰούδα τοῦ ἰσκαριώτου· πρὸς δὲ περισσωτέραν πίστωσιν καὶ βέ βαιαν ἀσφάλειαν τῆ συνήθει ἡμῶν βούλλῃ διὰ μολίβδου τὸ παρὸν σιγίλλιον σφραγισθὲν ἐπεδώθη τῶ αὐτῶ τιμιωτάτω ὑποψιφίω καὶ τῆ ἠριμένη ἀρχιεπί-