Textus Originalis
— 26 —
σκοπῆ αὐτοῦ τῆς ἡμετέρας πόλεως πανόρμου, μηνὶ ἰανουαρίω ἰνδικτιῶνος ζʹ, ἔτους ςχμϐʹ. † Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥὴξ καὶ τῶν χριστια νῶν βοηθός. IX. † Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ καὶ τῶν χριστιανῶν βοηθός· Ἐπειδὴ ἐν τῆ ἡμετέρα ἐπιβλέψει διαφέρει πάσας τὰς ὑποθέσεις ἐπαναγαγεῖναι επὶ τὸ κρεῖττον καὶ τὸ δὴ πλεῖον τὰ τῶν θείων ναῶν διαφερόμενα μετὰ προθυ μίας ἐπισφαλεῖσαι καὶ ἐπὶ τὸ πλεῖστον ἐνδυναμῶσαι ἐν ταύτη τῆ εἰρηνηκῆ κα ταστάσει, ἐνθέν τοι καὶ κελεύωμεν ἵνα ταῦτα τὰ σιγίλλια τῶν ἐκκλησίων καὶ τῶν λοιπῶν πιστῶν τοῦ κράτους μου ἀνανεῶσαι καὶ ἐπιδεῖξαι εἰς ἐμφάνειαν, καὶ ἵνα ἔσονται ἀσφαλεισμένα ὑπὸ τῆς δυνάμεως τοῦ ὑψιλωτάτου κράτους μου· ὅθεν κατὰ τὸν μάρτιον μῆνα εἰς τὰς κβʹ τῆς ἰνδικτιῶνος ηʹ ἔτος ςχνγʹ, διάγοντί μοι ἐν τῆ πόλει πανόρμου καὶ ἐν πάση εἰρήνη καὶ γαλήνη τῆ δυνάμει τοῦ παντοδυ-