Textus Originalis

I.

I.

Σιγίλλιον γενάμενον παρʼ ἐμοῦ ῥωκερίου μεγάλου κόμητος καλαβρίας καὶ σι κελίας καὶ ἐπιδοθὲν πρὸς σὲ τὸν θεοφιλέστατον ἐπίσκοπον μεσήνης κυρὸν ῥομ πέρτον. Τῆς νήσου σικελίας θεοῦ προνοία ἁπάσης ὑποταγείσης μοι ἄρτι, προέθεμεν ἀνεγεῖραι τὰ σαθρωθέντα τεμένη τῶν ἐκκλησιῶν καὶ εἰς ἐμφάνειαν μεταμεῖψαι, καθῶς ὑπῆρχε τὸ πρώτερον ὅταν τὸ χριστιανικώτατον γένος διέλαμπε καὶ ἐνεμβρήνετο ἐναυτῶς ἐν τῆ τοιαύτη νήσω· τοῦτο γὰρ δίκαιον ἡγησάμην καὶ εὐάρεστον ὡς ἄν τὸ θεῖον θεραπεύητο καὶ δοξάζηται καθὼς τὸ ἔμπροσθεν. τοῦτο τοίνην θέμενος ἐν τῆ ἐμῆ διανοία καὶ εἰς ἐμφάνειαν τὴν ὑπόθεσιν ἐξαπλώσας καὶ τοῖς μέλλουσιν ἐπικρατεῖν τοῦ ἔργου ἀνακηρώξας τιμιωτάτοις ἐπισκόποις ἵνα εἰς σύστασιν καὶ εἰς διδαχὴν πάντες παρʼ αὐτῶν ἑλκυσθῶσιν ἄνθρωποι, ἐνε νόησα καὶ ἐν τῆ τραίνα ἀνοικοδομεῖσαι ἐπισκοπὴν ἐπʼ ὀνόματι τῆς ὑπεραγίας θεοτόκου πρὸς μνημόσηνον ἐμὸν καὶ ὑπὲρ ἀφέσεως τῶν ἐμῶν ἁμαρτιῶν· ἥσπερ δὴ γεναμένης καὶ τοῦ ναοῦ ἀνωκοδομηθέντος τὸν ἐν αὐτῆ προεξάρχοντα ἀνε ζητοῦμεν διὰ πολλῶν ἐρεύνας, καὶ καλῶς ἀναζητήσαντες ἐφευρών σε τὸν ἀνω 37