Textus Originalis

III.

III.

† σίγνον χειρὸς νικολάου ἀδελφοῦ νοταρίου ἀρκαδίου δραίνων. † σίγνον χειρὸς λέωντος υἱοῦ αὐτοῦ. † Τὴν παροῦσαν ἀπεντεῦθεν ἴδι ἁπλὴν ἀποχὴν ἀποταγὴν καὶ τελείαν διά πρασιν μετὰ καὶ δεφενσίονος τιθέμεθα καὶ ποιοῦμεν ἑκουσία ἡμῶν τῆ γνώμη καὶ αὐτῶ προαιρέτω ἡμῶν βουλῆ, καὶ οὐκ ἔκ τινος τὸ παράπαν ἀνάγκης ἢ βίας ἢ ῥαδιουργίας ἢ τῆς οἴας οὖν περινοίας, ἀλλὰ σὴν προθυμία ἡμῶν πάση καὶ ὁλοψύχω ἡμῶν προθέσει πεπράκαμεν πρὸς σὲ τὸν νοτάριον κωνσταντίνον τοῦ καστέλλου τὰ χωράφια ἡμῶν τὰ ἅπερ χτῶμεν εἰς τὸ χωρίον βούλου, πε ριοριζόμενα οὕτως καθὰ καὶ τὸ ἡμέτερον σύνορον δηλοῖ· ἄρχονται γὰρ ἀπὸ τὴν πηγὴν τοῦ φράξου καὶ κατέρχεται ὁ ῥύαξ ἄχρι εἰς τὸν ὁμαλὸν τόπον κακεῖ θεν ὡς διαβαίνει τῶ ποδὶ τοῦ βουνοῦ καὶ τῶ παντὶ, καὶ ἀπέρχεται ἕως εἰς τὸν ῥίακαν τὸν κατερχόμενον ἐκ τὸ χωρίον καὶ ἀποδίδει εἰς τὸ σήνορον νικολάου βουμέξη κακεῖθεν ἀποδίδει εἰς τὴν ὁδὸν, καὶ αὕτη ἡ ὁδὸς κατέρχεται ἕως εἰς τὴν πηγὴν τοῦ φράξου ὅθεν καὶ τὴν ἔναρξιν ἐποιήσαμεν καὶ συγκλύει. ταῦτα τὰ χωράφια ὡς εἴρηται καὶ διορίζοντα πεπράκαμεν εἰς σὲ τὸν νοτάριον κων-