Textus Originalis

— 300 —

— 300 —

δαμιανοῦ τῆς κάρας τὸ πρὸς τῆ κορυφῆ καὶ τοῦ ἁγίου παντελεήμονος μίαν τῶν πλευρῶν καὶ τοῦ ἁγίου στεφάνου τοῦ νέου τὸν ὦμον τήν τε κάραν τοῦ ἁγίου θεράποντος καὶ τὸ ὑπὸ τὴν κατυγένυν ὀστοῦν ἔτι δὲ καί τι τῶν τιμίων λειψά νων τοῦ ἁγίου θεοδώρου τοῦ μεγαλομάρτυρος, ἀφιερώσαντι δὲ πρὸς φύλαξιν μὲν τοιαύτης τῆς θείας μονῆς καὶ δίωξιν πάντων τῶν ἀοράτων καὶ ὁρατῶν ἐχθρῶν αὐτῆς ὕψωσιν δὲ καὶ στερέωσιν καὶ κραταίωσιν τοῦ κραταιοῦ καὶ ἐυσεβοῦς ἡ μῶν ῥηγὸς ῥογερίου καὶ μὲν δὴ καὶ τῶν θεοφυλάκτων υἱέων αὐτοῦ, πρὸς δὲ καὶ αὐτοῦ τοῦ ἀφιερώσαντος ταῦτα καὶ τῶν αὐτοῦ γεννητόρων καὶ πάντων τῶν χριστιανῶν σωτηρίαν ψυχικὴν καὶ τῶν ἁμαρτιῶν αὐτῶν ἄφεσιν· ταῦτʼοὖν οὕτως ἀφιερώσαντι δεῖν νενομίκαμεν ἀντιδοῦναι αὐτῶ καὶ ἡμεῖς ἀντὶ τῶν με γάλων ἐκείνου καὶ πολυτίμων μικράς τινας καὶ ἐυώνους ἀντιχάριτας, τίνες δὲ αὖται πρόβατα ἑκατὸν φορβάδας δύο βοίδια τέσσαρα ἀφʼὧν τὰ δύο καματηρὰ σίτος γουμάρια δέκα οἶνος βαρίλλια πεντήκοντα, καὶ μέν τοι καὶ χώραν ἐν τῆ τόπω τοῦ σαλικίου περιοριζομένην οὕτως· ὡς ἄρχεται ἀπὸ τῆς πηγῆς τοῦ χρύσα καὶ κατέρχεται τὴν χαίτην τοῦ σπαρτὰ καὶ ἀποδίδωσιν εἰς τὸν πηγά διον ἐπὶ τὸ σύνορον τοῦ ἁγίου ἰωάννου καὶ ἀπέρχεται τὸ αὐτὸ σύνορον κατὰ ἀνατολὰς ἕως εἰς τὴν βαθαίαν, καὶ ἀνέρχεται τὸ αὐτὸ σύνορον τοῦ ἁγίου ἰωάννου καὶ ἀποδίδωσιν ἐπάνω εἰς τὸ βουνὶν καὶ κατέρχεται ἐκεῖθεν ἕως εἰς τὴν κεφαλὴν τοῦ χειμάῤῥου, καὶ καταβαίνει ὁ χείμαῤῥος ἕως εἰς τὸν ποταμὸν καὶ κατέρχεται ὁ ποταμὸς μέχρις εἰς τὸν πόδα τοῦ καστελλακίου καὶ ἀνέρ χεται ἐκεῖθεν καὶ διαπερᾶ ἕως εἰς τὴν πηγὴν τοῦ χρύσα ἀφʼἧς καὶ τὴν ἔναρ ξιν ἐποιήσαμεν καὶ συγκέκλεικε· δεδώκαμεν δὲ αὐτῶ καὶ τὸ χωράφιον τῆς βα θείας ὅσον καὶ οἷον ἐστὶ. ταῦτα οὖν δεδώκαμεν αὐτῶ ὡς ἄν δεσπόζη αὐτῶν ἐν πάση τῆ ζωῆ αὐτοῦ κυρίως καὶ αὐθεντῶς καὶ χρῆται τούτοις πᾶσι πρὸς οἰκείαν ὑπηρεσίαν, κτίζηται ἐν τῶ τοιούτω τόπω ἐκκλησίαν καὶ ὀσπίτια φυ τεύειν τε ἀμπελῶνας καὶ περιβόλια καὶ πᾶν εἴ τι καλὸν ποιῆ ἐν αὐτῶ ἀκωλύ τως καὶ αὐτεξουσίως· μὴ μέν τοι ἔχειν ἄδειαν πωλεῖν ἢ χαρίζειν τι ἀπὸ τῆς τοιαύτης χώρας μηδὲ ἐξυφωνεῖν τὸ δὴ λεγόμενον αὐτὴν, ἀλλʼ οὐδὲ ἡμᾶς ἀφιστᾶν αὐτὸν ἐν πάση τῆ ζωῆ αὐτοῦ τῆς τοιαύτης δεσποτείας χωρὶς εἰ μή τίς γε φανείη εὔλογος αἰτία, μετὰ δὲ τὴν αὐτοῦ τελετὴν ἀκίνητά τε πάντα