Textus Originalis

V.

V.

† λουκᾶς μοναχὸς καὶ μέγας ἀρχιμανδρίτης. Ἔι τίς τινα τῶν οὐ πολλῶν ἐκ χρυσοῦ πεποιημένοις τισὶ καὶ λίθων δια φανῶν δεξιώσατο σκέυεσι πράγμασι πρόσκαιρον μὲν κεκτημένοις τὴν τέρψιν μικρὰν δὲ τὴν ὠφέλειαν ἔχουσιν, εἰ μὶ καὶ αὐτὸς τουτονὶ φιλοτίμως φιλοφρο νήσαιτο ἀχαριστίας οὐκ ἄν ποτε γραφὴν διαφεύξοιτο· ἡμεῖς οἱ πραγμάτων ἀρ τίως τηλικούτων εὐμοιρήσαντες πολὺ μᾶλλον καὶ ἀπὸ τῆς θείας ἐνστάζοντες ταῖς καρδίαις τὸ χαρίεν πολλῆς δὲ καὶ ἀπὸ τῆς προψαύσεως μεταδιδόντων τῆς χάριτος, καὶ μὴ μόνον τοῖς σώμασι προξενούντων ὠφέλειαν ἀλλὰ πρὸς τούτοις καὶ παμπόλην ταῖς ψυχαῖς ἐμπαρεχόντων τὴν ὑγείαν καὶ ἀΐδιον, εἰ μὶ τὸν ταῦτα ἡμῖν παρασχόντα προθύμως ὡς δύναμις ἀνταμειψώμεθα πῶς ἄν κατηγορίας ἔξω μεῖναι παντελῶς δυνηθείημεν καὶ μὴ μᾶλλον ἐκείνου νοσοῦντες ἀχαριστίας νόσον ὀφθείημε· ταῦτʼοὖν εἰδότες ἠκριβομένως δέον κεκρίκαμεν τῶ κατὰ πνεῦμα ἡμῶν προσφιλεῖ καὶ καλῶ ἐν θεῶ τέκνω καὶ ἀδελφῶ κυρῶ στε φάνω σεβασμία λείψανα τῆ θεία καὶ περιβλέπτω ταύτη μονῆ τοῦ σωτῆρος ἀφιε ρώσαντι, τῶν τε ἁγίων ἀναργύρων τοῦ μὲν ἁγίου κοσμᾶ τὸν ὦμον τοῦ δὲ ἁγίου