Textus Originalis

XI.

XI.

† Σίγνον χυρὸς λέοντος βοσινάνου Σύγνον χυρὸς ἀρχόντισα ὁμοζήγο αὐτοῦ † Σίγνον χυρὸς νικολάου υἱοῦ αὐτοῦ Η῾μεῖς οἱ ἀνωτέρως ἐγγεγραμμένοι λέων βισιννιάνος σὺν ἀρχοντίσση τῆ ἐμοῖ συνείνω καὶ νικολάω τῶ ἡμετέρω γνησίω υἱῶ οἱ τὰ σίγνα τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ οἰκείαις ἡμῶν χερσὶ καθυπογράψαντες, τὰ δὲ ὀνόματα καὶ τὰς ἐπωνυμίας νικόλαος ὁ ἡμῶν υἱὸς ἰδιοχείρως καθυπέγραψεν, ἑκουσία ἡμῶν βουλῆ, ἰδία προαιρέσει, χωρὶς δόλου ἢ χλεύεις ἢ ἀπάτης ἢ ῥαδιουργίας ἢ ὅσα τοῖς νόμοις εἰσὶν ἀπηγορευόμενα, μᾶλλον δὲ σὺν προθυμία πάση καὶ ὁλοψύχω προθέση τὴν παροῦσαν ἀνταλλαγεῖν τῶν ἡμετέρων οἰκημάτων, τῶν ὄντων καὶ διακειμένων ἐν τῆ παλαιᾶ πόλει πανόρμου εἰς τὴν ῥύμην μισῖτ τοῦ σιπένη ἐν τῶ ἐξωτικῶ μέρη τῆς πύλης γάλκας τὴν πλησίον τοῦ τείχους κατὰ μεσημβρίαν μετὰ σοῦ τοῦ κυροῦ εὐθυμίου τοῦ καθηγουμένου μονῆς τοῦ ὁσίου πατρὸς ἡμῶν νικολάου χούρχουρη καὶ μετὰ πάσης τῆς ἐν χριστῶ σοῦ ἀδελφότητος, τοῦ δοῦναι ἡμῖν πρὸς ὑμᾶς καὶ πρὸς τὴν ἁγιωτάτην μονὴν τὸν