Textus Originalis
IX.
† Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥὴξ ἰταλίας καὶ δούκας τῆς πουλλίας καὶ ῥιγκυπεας τῆς κάπουας· ἤλθομεν εἰς τὸ διακρατῆσαι τοῦ ὄρους λιναρίων εἰς τὴν ἡμετέραν μεταβολὴν τὸν κηνήγῆσαι καὶ ἦλθες σὺ γιράρδης ὁ ὑπο ψίφιος μεσήνης ἐνώποιον ἡμῶν καταγογγίζοντα περὶ τῶν ἐξουσιαστῶν ἡμῶν καὶ φουρεστερίων καὶ λοιπῶν, ὡς ὅτι ἀδικοῦσι τὴν ἐκκλησίαν καὶ χώραν τῆς διακρατήσεως ἀχαρίων τὴν δοθῆσαν παρὰ τοῦ μακαριστάτου ῥογερίου κόμιτος τοῦ ἡμετέρου πατρὸς ὑπὲρ ψυχικῆς αὐτοῦ σωτηρίας εἰς τὸν νεὸν ἁγίου νικο λάου ἐπισκοπῆς μεσήνης· ἐγὼ δὲ ἀκηκοὼς ταῦτα παρʼ αὐτοῦ καὶ παρὰ τῶν ὄν των κανονικῶν μετʼ αὐτοῦ ἐπρόσταξα καὶ ἦλθων οἱ ἐξουσιασταὶ ἐνώπιον ἡμῶν ἅμα καὶ τῶν φουρεστερίων οἱ γινώσκοντες τὰ τοιαύτα σήνορα, καὶ ἐξέτασα αὐ τοὺς ἐν ἀκρυβία περὶ τῶν αὐτῶν σηνόρων κακεῖνοι ἀνταπεκρίθησαν ἡμῖν ἑνὶ στόματι λέγοντες, ὅτι τὰ τοιαύτα σήνορα οὐκ ἔδωκεν ἀυτὰ ὁ κόμις ὁ ῥογέ ριος πρὸς τὴν ἐκκλησίαν ἁγίου νικολάου τοῦ ἐπεκράτησεν ἀλλὰ ταῦτα τὰ ἐδέ σποσεν εἰ μὶ ὄντος κἀμοῦ ἀνηλίκου ἐκατήρπαξε ταῦτα ἡ ἐκκλησία καὶ ἐπε κράτησε τυρανικῆ χειρὶ, καὶ ἕτοιμοι ἐσμὲν τοῦ ἀναπληρεῖν εἰς ἅπασαν κρίσιν