Textus Originalis

— 311 —

— 311 —

Ἐπειδὴ μετὰ τὸ δωρήσασθαί μοι ὁ κραταιότατος ῥὴξ καὶ ἐμὸς πατὴρ τὴν πετραλίαν πρὸς ἡμετέραν φροντίδα καὶ τελείαν δεσποτίαν ἀκίκοα ὅτι πολλοὶ πολλάκις ἐκατήρπαξαν ἀπὸ τῶν δεσποτικῶν χωραρίων καὶ ἀμπελίων καὶ ἴδια αὐτῶν κατέστησαν, τοῦτο κἀγὼ καλῶς ἀκριβευσάμενος καὶ τοῦτο ἀληθὲς ἦν ἰδὸν καὶ σὲ τὸν προρηθέντα μοναχὸν ἐπικρατοῦντα τὴν ἀνωτέραν μονὴν καὶ χωράφια καὶ ἀμπέλια καὶ ἕν τινι τόπω ὑδρόμυλα πεποιηκότα σοι ἐρωτήσαμέν σε καὶ ἀκριβεύσαμεν πῶς ταῦτα ἐπικρατεῖς, καὶ ἔφης ὅτι ὁ κάϊτας μαϊμούνης ὅτε ἔσχε τὴν ἡγεμονίαν πετραλίας δεδώρηκά σοι ταῦτα ὡς ἀπὸ χωραρίων δε σποτικῶν, ὁ δὲ κάϊτας μαϊμούνης τοῦτο ἐγνώρησεν ὅτι δεσποτικῶν ὑπάρχων καὶ οὐδεμίαν κληρονομίαν αὐτὰ οὐκ ἔχων ἀλλʼ ὅπερ πεποίηκεν ἕνεκα ψυχικῆς σωτηρίας τοῦ κραταιοῦ ῥηγὸς καὶ τῶν αὐτοῦ κληρονόμων τοῦτο πεποίηκεν· ἐγὼ γὰρ τοῦτο εὖ εἰδὼς ὅτι οὐδαμῶς ἔχει τις ἀπὸ τῶν πρακτόρων ἄδιαν τοῦ παρέ χειν ἣ δίδειν πρός τινα ἅπερ δεσποτικῆς κελεύσεως τὸ οἰοῦ, διὰ τοῦτο ὡς εἰδὼς σὲ τὸν μοναχὸν ἐπικρατοῦντα ταῦτα ἀδίκως ἀφεῖλάν σοι τὸ ὑδρόμυλον καὶ πρὸς ἡμετέραν ἐξουσίαν καὶ ὑπηρεσίαν τοῦτο ἐπέστρεψεν. διʼ οὗ ἐτίθημεν δωρήσα σθέ σοι πρὸς τὴν ζωογωνίαν καὶ τὸν μετὰ σοῦ τί, ἐγὼ γὰρ ὑπὲρ τοῦτο πα ρήκοος οὐ γέγονα ἀλλʼ εὐοίκοος διὸ στέργω σοι ἀπό γε τὸν σήμερον ἡμέραν καὶ ὥραν ἕνεκα σωτηρίας ψυχικῆς τοῦ κραταιοῦ ῥηγὸς τοῦ πατρός μου καὶ τῆς ἐμῆς ἀοιδήμου μητρὸς τῆς εὐσεβεστάτης ῥηγένης καὶ ἐμῆς παντὸς τῆς τοῦ κό σμου συστάσεως, ἕνεκα τοῦ ἔχειν σε κατʼ ἐνιαυτὸν ἐκ τὴν ἡμετέραν χώραν πε τραλίας ἐκ τὸ ἐμὸν οἰκεῖον σιτάρι μόδια εἴκοσι, στέργω σοι δὲ καὶ τὴν αὐτὴν μονὴν καὶ ἀμπελιν καὶ χωράφιν πρὸς σὲ καὶ πρὸς τοὺς σοὺς διαδόχους μο ναχοὺς τῆς τοῦ κόσμου τούτου πληρώσεως καθὼς ταῦτα ἐπεκράτεις· ὁ δὲ βου λόμενος σὲ διασίσε ἤ ὠχλῆσαι ἤ ζητῆσαι τὸ οἱοῦ οὖ μικρὸν τὴν αὐστήραν ἀγανάκτησιν παρʼ ἐμοῦ καὶ τῶν μετʼ ἐμοῦ κληρονόμων καὶ διαδόχων ὑποστή σεται· ἐφʼ ὧν καὶ τὸ παρὸν σιγίλλιον ἐπεδώθη σοι στερεὸν ὄντα καὶ ἀπαρασά λευτον μηνὶ καὶ ἰνδικτιῶνι τῆς προγεγραμμένης τοῦ ἔτους ςχαʹ, σφραγισθὲν τῆ συνήθει μου βούλλῃ τῆ διὰ κηροῦ κατὰ τὸν συντεινώντά μοι καιρόν.