Textus Originalis
— 33 —
ὡς ἀνωτέρω δηλοῖται καὶ περιορίζεται, τοῦ ἐπεξουσίως ἔχειν τὴν ἁγίαν μονὴν ἐν τοῖς τοιοῦτοις ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ διηνεκὲς, καὶ οἱ μετὰ σοῦ τοῦ κυροῦ εὐθυμίου μέλλοντες ἡγουμενεύειν ἐν ταύτη τῆ ἁγία μονῆ πωλεῖν, χαρίζειν, ἀν ταλλάττειν καὶ πάντα ποιεῖν τὸν τῆς ἐκποιήσεως τρόπον ὡς τὸ κύρως καὶ τὴν δεσποτείαν παρʼ ἡμῶν εἰληφότες οἰκιούμεθα ὑμῖν καὶ πρὸς τὴν ἁγίαν μονὴν τὴν νομικὴν δεφενσίωνα ἀπὸ παντὸς προσώπου ξένου τε καὶ ἰδίου· ἵνʼ ὡστις φανείει ἐκ τοῦ καθʼἡμῶν μέρους, ἢ ἴδιος ἢ ἀδελφὸς ἢ τέκνα ἢ συνκληρόνομοι, ὄχλησιν ἢ ἀγωγὴν ἐπιφερόμενοι πρὸς ὑμᾶς ἢ πρὸς τὴν ἁγίαν μονὴν ἕνεκεν τούτου, ἵνα μιδὲν εἰσακούονται, ἀλλὰ μᾶλλον διοκόμενοι ζημιοθήσωνται· εἰ δὲ παρʼ ἡμῶν τοῦτω γένοιται πρὸς παρακρουσμὸν τοῦ τοιούτου ἐγγράφου, ἵνα ζημιούμεθα πρὸς σσὲ καὶ πρὸς τοὺς μέλλοντας καὶ πρὸς τὴν ἁγίαν μονὴν τὰς τιμὰς καὶ ἀνα λόγως ἐπὶ τὸ διπλοῦν καὶ εἰς τὸ διμόσιον νομίσματα λςʹ πρὸς τὸ καὶ οὕτως ἐῤῥῶσθαι τὴν παροῦσαν καθαρὰν ἀνταλλαγὴν εἰς αἰῶνας, ἥτις ἐγράφη ἐπὶ τῆς εὐσεβεστάτης βασιλείας τοῦ κραταιοῦ ῥηγὸς ῥογερίου, βασιλεύωντα καὶ τὸν εὐ σεβῆ αὐτοῦ υἱὸν γουλιάλμον ῥῆγα, ἐπιτροπῆ κυροῦ πέτρου καλουμένου καὶ κριτοῦ πόλεος πανόρμου, χειρὶ θεοδώρου νοταρίου καλαβροῦ καὶ ταβουλαρίου, μηνὶ ὀκ τοβρίω τῆς ἰνδικτιῶνος βʹ τοῦ ἔτους ςχξβʹ. † ὁ τοῦ ὕφου γραφεὺς θεόδωρος ὁ ταβουλάριος ὑπέγραψα ἰδιοχείρως. † ἀβράμιος ἱερεὺς τῆς ἁγίας βαρβάρας μάρτυρ ὑπέγραψα ἰδιοχείρως. † ἰωάννης τῆς μεσίνης μάρτυρ ὑπέγραψα τὸν τίμιον σταυρόν. † ἀλέθήρης ὁ δεσποτικὸς χαρτοφόρος μάρτυρ ὑπέγραψα. † ἀλδηπράνδος χαλκεὺς μάρτηρ ὑπέγραψα τὸν τίμιον σταυρὸν ἰδιοχείρως. † ἰωάννης καπρελίγγας τοῦ μεγάλου ῥιγὸς μάρτυρ. † οὖρσος κινηγὸς μάρτυρ. † πέτρος υἱὸς ὄρσου μάρτυρ ὑπόγραψα. † μαγηράνου μάρτυρ ὑπόγραψα. 5