Textus Originalis
— 335 —
† ego ioannes de maimuna testis sum. † εὐτελὴς φίλιππος κουτζανέτης. † ἰωάννης καρδαλάρις τὰ ἀνώτερα μάρτυς. † συμεὼν χαλκεὺς τὰ ἀνώτερα μάρτυς. XIX. † σίγνον χειρὸς εὐτελοῦς ἰωάννου τοῦ ἀποιχομένου λέωντος τοῦ ποτε κριτοῦ. † σίγνον χειρὸς νικολάου ἀδελφοῦ αὐτοῦ. ἀναλαμβανόμενοι καὶ οἰκιούμενοι πᾶσαν ὄχλησιν ἰδιοτῶν καὶ ξένων. Οἱ ἀνοτέρω αὐτάδελφοι ὅ τε ἰωάννης νοτάριος τὴν ἐξουσίαν καὶ νικόλαος οἱ τὰ σίγμα τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ σὺν καὶ τοῦ ὀνόματος καὶ τῆς ἐπωνυμίας οἰκείαις χερσὶν καθυπογράψαντες ἑκουσία τῆ ἡμετέρα βουλῆ καὶ τῆ θελήσει ὁλικῶς καὶ ἐξολοκλήρως μετὰ καὶ διασκέψεως καὶ αὐθερέτου προαι ρέσεως φαινόμεθα πιπράσκοντες ἅπαν τὸ ἡμέτερον χωράφιον τὸ ἀργοὺν ὅσον καὶ οἷον ἐστὶ τὸ περιελθόντι ἡμῖν ἐκ πατρικῆς καὶ μητρικῆς κληρονομίας, τὸ ὄντα καὶ διακείμενον ἐν τῆ διακρατήσι μεσσήνης ἐν τῆ τοποθεσία τῆ ἐπονο μαζομένη τῆς λαρδαρίας συνκεκολλιμένον μετὰ τοῦ χωραφίου τῆς ἀρχιεπισκο πῆς τοῦ ἁγίου νικολάου μεσσήνης καὶ ἀντικρὺς τοῦ ἀμπελίου ῥαγκάτη, πρὸς σὲ τὸν πανοσιώτατον καὶ ἡγιασμένον κύριον ῥιγκάρδον τὸν τιμιώτατον ἀρχιε πίσκοπον μεσσήνης εἰς χρυσᾶ ταρία τῆς χαραγῆς καὶ τύψεως τοῦ κραταιοῦ