Textus Originalis

— 336 —

— 336 —

ῥηγὸς ἑκατὸν ἑξήκοντα καὶ τὰ τῆς κόρτης δίκαια· περιορίζεται οὕτως ἀπὸ ἀνα τολᾶς ὁδὸς δημοσία καὶ φραγμὸς ἡμέτερος καὶ ἀντικρὺς ὁ ἀμπελων τοῦ ῥαγ κάτη καὶ ἀπὸ δυσμῶν τὸ χωράφιον τῆς ἀρχιεπισκοπῆς ἐκ δὲ νότου ὁ ποτα μὸς τῆς λαρδαρίας ὁ κατερχόμενος ἐγγὺς τῶν ἀμπελίων παπʼἀνδρέου καὶ ἀπὸ βορείου ἡ δημοσία ὁδὸς τῆς λαρδαρίας καὶ ἀντικρὺς τὰ ἀμπελια νικολάου τοῦ ἀλεξίτου, ἔστι δὲ συγκεκολλυμένα μετὰ τῶ ῥηθέντι ἡμετέρω χωραφίω ὁ ἄμ πελων θεοδώρου τοῦ κουταλιστοῦ καὶ φραγμὸς οἰκεῖος αὐτοῦ καὶ συγκλεῖ ἐν ὧ καὶ ἡ ἀρχὴ ἐγεγόνει καὶ οὕτως συγκλεῖ. ὅθεν λαβόντες πᾶσαν τὴν αὐτοῦ στοιχηθῆσαν τελεῖον καὶ πληρεστάτην αὐτοῦ διατίμισιν ἀπὸ τῶν σῶν χειρῶν εἰς τὰς ἡμετέρας τέλεια καὶ ἀνελλειπῆ καὶ ἀποταξάμενοι ἀφʼἡμῶν πᾶσαν ἐξου σίαν καὶ κυριότητα, καὶ εἰς σὲ ἐπεδώκαμεν τοῦ κατέχειν σὲ τοῦτο καὶ δεσπό ζειν σὺ καὶ οἱ κληρονόμοι σου ἀπό γε εἰς ἀὶ ἐπʼἐξουσίας κυρίως καὶ αὐθεντῶς πολεῖν χαρίζειν μοιρεῖν φυτεύειν καὶ πάντα ποιεῖν σὲ ἐξʼ αὐτοῦ ὅ εἴ τι καὶ βούλη ὡς τὸ κῦρος καὶ τὴν ἐξουσίαν πὰρʼἡμῶν εἰληφὼς· οἰκοιούμεθα δέ σοι καὶ τὴν ἡμῶν διεκδίκησιν, ἀλλʼεἰ καὶ εἰς ἀποτροπὴν ἐλθῆναι δοκιμάσαι ἐξ ὧν νῦν ἐποιή σαμεν, μάλιστα δὲ εἰ οὐχ ἱστάμεθα καὶ οὐ διεκδικήσομέν σοι τοῦτο ἀπὸ παν τὸς προσώπου ἰδιότου καὶ ξένου ὁμολογοῦμεν στρέφειν εἰς σὲ τὸ τίμιμα εἰς διπλοῦν καὶ εἰς τὸ βασιλικὸν σακέλλιν ζημιούμεθα νομίσματα ἕξ καὶ τριά κοντα, εἰθʼοὕτως στέργειν καὶ ἐμμένειν τὴν τοιαύτην διάπρασιν μέχρι τερμά των αἰώνων. ἥτι καὶ ἐγράφη ἐπὶ τῆς εὐσεβοῦς βασιλείας τοῦ κραταιοῦ καὶ με γάλου ῥηγὸς γουλιέλμου τοῦ δευτέρου καὶ τῆ προτροπῆ κυρίου ἰωάννου ἀρ χάρας καὶ στρατηγοῦ μεσσήνης χειρὶ πέτρου τοῦ καὶ ῥηγὸς νοταρίου τοῦ πραι τωρίου μεσσήνης ὀκτωβρίω μηνὶ τῆς ἰνδικτιῶνος δʹ τῶ ςχιδʹ ἔτει παρου σία τῶν ῥηγῶν κριτῶν. : ego malgerius iudex messane testor. :. ἰωάννης ὁ κριτὴς μεσήνης ὑπέγραψα. : κριτὴς τῶν γρεκῶν βασιλειος ὁ βουκολουμένου μάρτυς ὑπέγραψα. † mattheus de monte albano. † ioannes de arcara stratigotus messane.