Textus Originalis
— 376 —
βουτζίου καὶ ὁ τεῖχος ἡμέτερον μεμιγμένος μετὰ τοῦ τείχου τοῦ βουτζίου καὶ ἀπὸ δύσεων ὁδὸς δημοσιακὸς καὶ ὁ τεῖχος ἡμέτερος καὶ ἀντικρὴς καὶ πρὸ προ σώπου ὁ ἀνώγεος οἶκος τοῦ ἱερέως βασιλείου τοῦ βουλλήσου καὶ ἀπὸ νότου ὁδὸς καὶ εἰσοδοέξοδος καὶ προκύλη ὁ δὲ τεῖχος ἡμέτερον καὶ πόρτα ἐν αὐτῶ ἐκ δὲ βορίου ὁ ἀνώγεος οἶκος τοῦ ἡμετέρου ἁδελφοῦ νικολάου καὶ στενοτὸν ἐν τῶ μέσω καὶ αὐτὸς ὁ στενοπὸς ὑπάρχι τοῦ ἐμοῦ ἁδελφοῦ τοῦ ἀνωτέρω ῥηθέντος καὶ εἰσοδοέξοδος αὐτοῦ καὶ οὕτως συκλήει. ὅθεν λαβώντες πᾶ σαν τὴν αὐτοῦ στοιχιθήσαν διατήμισιν ἀπὸ τῶν σῶν χειρῶν εἰς τὰς ἡμετέρας τέλεια καὶ ἀνελειπᾶ καὶ ἀποταξάμαινοι ἀφʼ ἡμῶν πᾶσαν ἐξουσίαν καὶ κυριότιτα, τοῦ κατέχειν σε καὶ δεσπόζειν αὐτῶ σὺ καί οἱ κληρονόμοι σου ἀπό τε καὶ εἰς ἀεὶ ἐπεξουσίως κυρίως καὶ αὐθεντῶς πολεῖν χαρίζην ἀνταλάττειν προιξὺ γρά φειν καὶ πάντα ποιεῖν σε ἐξ αὐτοῦ εἴ τοι καὶ βούλη ὡς τὸ κῦρος καὶ τὴν ἐξου σίαν παρʼ ἡμῶν εἰληφὼς. οἰκειούμεθα δέ συ καὶ τὴν νομικὴν δεφενσίωνα ἀλ λʼ εἰ καὶ εἰς ἀποτροπὴν ἐλθῆν δοκοιμάσωμεν ἐξʼ ὧν νῆν πεποιείκαμεν μάλλιστα δὲ εἴ οὐκ εἰστάμεθα καὶ διεκδικήσωμέν σοι αὐτὸ ἀπὸ παντὸς προσώπου ξένων τε καὶ ἰδίων, ὁμολογοῦμεν στρέφειν τὸ τίμημα εἰς τὰ διπλὰ καὶ εἰς τὸ δε σποτικὼν σακέλλιον ζημιούσθαι ἡμᾶς νομίσματα τριάκοντα καὶ ἕξ· εἰθʼ οὕτος στέργειν καὶ ἐμμένειν τὴν παροῦσαν διάπραξιν μέχρι τέρματος αἰώνων. εἴτης καὶ ἐγράφη ἐπὶ τῆς εὐσεβοῦς βασιλείας τοῦ ἁγίου καὶ κραταιοῦ ἡμῶν αὐθεν τὸς τοῦ μεγάλου βασιλέως ῥώμης καὶ εἰς ἀεὶ αὐγούστου καὶ ῥηγὸς σικελλίας καὶ τῆ προτροπῆ κυροῦ ἀβεράρδου τῆς λουτέρας καὶ στρατηγοῦ μεγάλης πό λεως μεσίνης χειρὶ εὐτελοῦς νικολάου τοῦ μανδάμου ἐν μηνὶ σεπτεβρίου τῆς ἰνδικτιῶνος εʹ τῶ ςψεʹ. † ego malgerius imperialis iudex messane testor. † ego valterius primus ab imperatore iudex statutus messane testor. † ego guilielmus chiriolus iudex. † ego berardus de littera imperialis iusticiarius et magister castel lanus sicilie confirmo.