Textus Originalis
— 387 —
χθέντα καὶ κηρωθέντα πεποίηκά σοι τὸ παρὸν σιγίλλιον ἐν τῆ προλεχθήση ἁγία μονῆ τοῦ ἁγίου θαλλαιλέου εἰς βεβαίωσιν πάντων τοῦ μηδʼ ὅλως παρά τινος ἀποκρουσθῆναι· εἰ δὲ καὶ φωραθεῖ τις τοῦτω παρακροῦσαι οὐ μηκρὰν ἕξει παρʼ ἡ μῶν ἀγανάκτησην, σχεῖ δὲ καὶ τὸ ἀνάθεμα παρὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀμήν. τούτω δὲ σφραγίσας τῆ συνήθη ἡμῶν βούλλη διαμολήβδω ἐπεδώθη τὼ ῥηθέντι καθηγουμένου μονῆς ἁγίου φιλίππου δεμέννων μηνὴ καὶ ἰνδικτιῶνι τῆς προγεγραμμένης ἔτος ςχʹ. Ῥοκέριος κόμης. III. † Σιγίλλιον γενάμενον παρʼ ἐμοῦ κόμητος ῥωκερίου σικελίας καὶ καλαβρίας τὼ ἐπιδωθὲν πρὸς τὸν τιμιώτατον ἡγούμενον μονῆς τοῦ ἁγίου φιλίππου δε μέννων μηνὶ ὀκτωβρίω τῆς αʹ ἰνδικτιῶνος. † τὸ τῶν θείων ἐκκλησιῶν φροντίζειν καὶ χεῖρα βοιθείας ὠρέγειν αὐτοῖς ἄ ξιον ἐστὶ καὶ μᾶλλον φιλάνθρωπον καὶ αὐτῆς τῆς ἱερᾶς καταστάσεος εὐαπό δεκτον. διὸ κἀμοῦ ῥωκερίου τὰς διατριβάς μου ἐν μεσύνη ποιώντος ἦλθον πρὸς μὲ οἱ μοναχοὶ τοῦ ἁγίου φιλίππου δεμέννων σὺν παρακλήσει καὶ τῶ ἐκεῖσαι ἡγουμένου ἁγίου γέροντος κυροῦ γρηγορίου, καὶ ἤτησάν με τῶ δοῦναι αὐτοῖς χωράφια τοῦ δουλεύεσθαι ἡ μονὴ τοῦ ἁγίου φιλίππου μετʼ αὐτῶν, καὶ ἤξα τῆ