Textus Originalis
II.
† Σιγίλλιον γενάμενον παρʼ ἐμοῦ ῥωκερίου μεγάλου κόμητος καλαβρίας καὶ σι κελίας καὶ ἐπιδοθὲν πρὸς τὴν ἁγίαν μονὴν τῆς ὑπεραγίας θεοτόκου βοίκου καὶ πρὸς σὲ τὸν καθηγούμενον κυρὸν ἰάκωβον τῆς αὐτῆς μονῆς μηνὶ ὀκτοβρίω ἰν δικτιῶνος ςʹ Ἔδει μὲν ἔδει τὰ τῶν θείων ναῶν φροντίζειν ναῶν καὶ περὶ αὐτῶν τὴν προθυμίαν ἐγείρειν. ἐπειδήπερ ὡς ἔμοιγε ἄρτι ἅπασα ἡ τῆς νήσου σικελίας διακράτησις θεοῦ προνοία ὑπετάγη μοι, θεῖος λογισμός μοι ἔλαμψε τοῦ ἀναγεῖραι τὰ σαθρω θέντα παρὰ τῶν ἀθέων ἀγαρηνῶν τεμένη, καὶ εἰς ἐμφάνειαν μεταμεῖψαι καὶ εἰς δοξολογίαν θεοῦ ὡς τὼ πρότερον ἐμφανῆσαι, ὅτε τὸ χριστιανικώτατον φίλον διέ λαμπε καὶ ἐναβρύνετο. διὸ δὴ καὶ τοῖς μὲν ταῦτα ἐθέλουσιν ἐδωρησάμην, τὰ δὲ τὰ προγνωριζόμενα θεία οἰκήματά τε καὶ μοναστήρια ἔστερξα βεβαίως καὶ ἀπαρασαλεύτως εἶναι ἄχρι τερμάτων αἰώνων· ὅθεν τοι καὶ τὴν ἄνω δηλωθεῖσαν θείαν μονὴν τῆς ὑπεραγίας θεοτόκου τὴν οὖσαν ἐπὶ τὸ βοίκον, εὑρὼν αὐτὴν εἰς δοξολογίαν καὶ εἰς αἶνον θεοῦ καὶ ἐπὶ νίκην καὶ ὕψως τῆς χριστιανότητος ὑπε ρευχομένην, πρὸ πάντων τῶν ἄλλων εἰς ταῦτα ἐπροθύμησα, καὶ θεΐω πρόπω