Textus Originalis

— 5 —

— 5 —

ταύτη ἐπεκυρῶ ἀνθρώπους μὲν καὶ ὑποστάσεις, ἔτι δὲ καὶ κτήνα εἰς ὑπηρεσίαν καὶ δούλευσιν τῆς μονῆς. καὶ ταύτην μὲν τὴν μονὴν ἔστερξα καὶ ἐβράβευσα ἐλεύθεραν ἄπο νῦν καὶ εἰς ἅπαντας αἰῶνας εἶναι· καὶ μήτε ἐπίσκοπος εἰς αὐ τοὺς τοὺς τῆς μονῆς μοναχοὺς ἐχέτω ἄδειαν τὸ οἷον οὖν ἀπαιτεῖν, μήτε μη τροπολίτης μήτε ἀρχιεπίσκοπος μήτε τις τοῦ καταλόγου τοῦ ἱερατικοῦ ἢ κομί των ἢ κληρονόμων μου ἢ διαδόχων, τὸ τοιοῦτον μοναστήριον ζητῆν συνήθειάν τινα ἢ τύπον παλαιόν· ἀλλʼ ἔστω ἀπὸ παντὸς τύπου καὶ δουλώσεως ἐλεύθερον καὶ ἀνενόχλητον, ὡς ἄρα καὶ ἐξουσίαν καὶ δερένδευσιν παρὰ τοῦ ἁγιωτάτου πάπα κυροῦ οὐρβάνου ῥώμης εἴληφα τὰ ἐμὰ μοναστήρια ποιεῖν ἐλεύθερα ἀπὸ παντὸς προσώπου, καὶ μετὰ παντῶν τῶν ἐν τῇ μονῇ μετοχίων ἐλεύθερα παρὰ τοῖς κληρονόμοις μου, ὡς καὶ παρʼ ἐμοῦ, ἔστω· μὴ ἔχειν απʼ αὐτῶν εἰ μὴ, χάριν εὐλογίας, λάχανα ἢ ὀπώραν μικρὰν ὑπόμνησιν, ὡς θεάρεστον οὖσαν καὶ εὐλο γημένην· ἕτερον δὲ μήτε μικρὸν μήτε μέγα ἀποτέλεσμα τέλλειν, εἰ μὴ μόνα τὰ δηλωθέντα. ὅστις δὲ βουληθείη ποτὲ καιροῦ ἢ χρόνου ἀλλοιῶσαι ἢ μετα τρέψαι τὸ παρὸν σιγίλλιον καὶ τὴν ἐμὴν πρόσταξιν, εἰ μὲν κληρόνομος ἢ ὑιὸς μοῦ ἐστιν ἢ ἐπίσκοπος ἢ ἀρχιεπίσκοπος ἢ μικρὸς ἤτε μέγας, ἄχρις οὗ ζωῆς μου διεκδίκησιν ἐχέτω ἡ μονὴ μετὰ τῶν μετοχίων παρʼ ἐμοῦ, καὶ τῆς αὐστήρας μου ἀγανακτήσεως· ἐν δὲ τῆ τελευτῆ μου ὁ ἐνοχλῶν ταῦτα εἴη, σχοίη τὸ ἀνά θεμα παρὰ πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τὴν ἀρὰν τῶν πανευφήμων καὶ θεοφόρων ἀποστόλων καὶ ἁγίων πατρῶν ἁπάντων, καὶ ἡ μερὶς αὐτοῦ μετὰ ἰούδα τοῦ ἰσκαριώτου ἔστω καὶ μετὰ τὸν κραυγασάντων τὸ ἆρον ἆρον. καὶ εἶθʼ οὕτως πάλιν τὰ τετυπωμένα παρά τε τοῦ οἰκουμενικοῦ πάπα καὶ ἐμοῖ τῶ ἁμαρ τωλῶ ἔστωσαν βέβαια καὶ ἀπαράσάλευτα, καὶ ἠσωδοέξοδους. ἐδωρησάμην δὲ διὰ ὑπηρεσίαν καὶ ἀνάπαυσιν τῆς μονῆς καὶ τῶν ἀδελφῶν ἐν τῶ βοίκω, τὸν υἱὸν κανδρὰμ ἤγουν τὸν ἰωάννην, καὶ ἅπαντα τὰ τῆς μονῆς μανδρία καὶ χωράφια ὁμοίως μέντοι καὶ τὸ μύλον ἐλεύθερα, καὶ τὸ ὕδωρ ὅπου δʼ ἄν βούλοιτο, καὶ φίλιππον τὸν κηπούρον, καὶ τὸν χρές· καὶ εἰς τὴν κύμινναν τὸν ὑιὸν χαιρούζ, ὁμοίως καὶ τὰ χωράφια βαρούνου, καὶ βουχάβελετ, καὶ τὸ χωράφιον ὅπερ ἐστὶν εἰς τὸν σκούπελλον τοῦ νωταρίου ἰωάννου· καὶ εἰς τὰ πανθαῤῥάνα τὸν σιδένε καὶ τὸ χωράφιον αὐτοῦ· καὶ εἰς τὸ γαρκινιέναι ἴδιον γιοφρέδου τὸν ζικρὶν σὺν