Textus Originalis
— 401 —
Ἔγωγε ὁ προρηθεὶς γρηγόριος ὁ ἐν τῶ ὕψει προτάξας τὸν τίμιον σταυρόν, τὸ τοῦ θανάτου τέλος φοβούμενος μὴ πῶς ἀδιάθετόν με καταλήψη καὶ τοῖς ἐκεῖσε ἀποπέμψει κενὸν καὶ ἀφοδίαστον ὡς πολλοῖς πολλάκις συνέβη καὶ ἐγέ νετο, ὅθεν πρό γε πάντων ἐκτίθημι περὶ τοῦ μοναστηρίου τοῦ ἁγίου φιλίππου καὶ τῶν μετοχίων αὐτοῦ, ὧν οἰκοδόμος ἐγενόμην ἐγὼ ὁ ἁμαρτωλὸς, βοήθειαν ἔχων καὶ συνεργὸν τὸν μέγαν ῥωκέριον κόμιτα καὶ τὴν σύζυγον αὐτοῦ καὶ αὐθέντραν καὶ κυρίαν ἀδελάσιαν, ἥτις ἔμεινεν ὄπισθεν τοῦ μακαρίου κό μιτος μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ νέου κόμιτος καὶ αὐθέντρου σιμεῶνος καὶ τοῦ μικροῦ ῥωκερίου τοῦ αὐταδέλφου αὐτοῦ σκέποντες καὶ περιφρουροῦντες τὴν ποίμνην μετὰ τῶν μετοχίων αὐτῆς καθὼς ὁ μακάριος κόμης ὁ μέγας· τὰ δὲ μετόχια τοῦ ἁγίου φιλίππου εἰσὶ ταῦτα· πρῶτον ὁ ἅγιος ἀρχάγγελος ὁ πλη σίον καὶ ὁ ἅγιος νικόλαος καὶ ὁ ἅγιος πέτρος καὶ ὁ μάρτυρ θαλλελαίος καὶ ὁ ἀπόστολος μάρκος καὶ ἡ θεοτόκος τοῦ μανιάκου καὶ ἕτερος ἅγιος πέτρος καὶ οἱ ἅγιοι φιλάδελφοι, οἵτινες ὡς εἶπον ὠκοδομήθησαν ἐξ ἀναλωμάτων οἰκείων τοῦ μακαρίου κόμιτος καὶ τῆς κυρίας ἀδελασίας καὶ τῶν τέκνων αὐτῶν καὶ τοῦ κῦρ νικολάου τοῦ μυστολόγου τοῦ μακαρίου κόμιτος καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ νέου αὐθέντου σιμεῶνος, οὕτινος ἡ βοήθεια ἀντὶ τοῦ πατρὸς αὐτοῦ ὑπάρ χει εἰς τὰς τιαύτας ἐκκλησίας μετὰ τῆς οἰκίας μητρός, ὤντινων ἡ εὐχὴ ἐπάυ στος ὑπάρχει ἐκ τῶν τοιούτων ἐκκλησιῶν καὶ πάντων τῶν ἀρχόντων τῶν ἀ φιερωσάντων εἰς τὰς μονὰς ταύτας. ὅθεν καὶ διατίθομαι ὁμοίως καθῶς καὶ εἰς τὴν ἑτέραν μεγαλην διαθήκην ἵνα ὦσι τὰ προειρημένα μετόχια ἀσάλευτα ἐκ τῆς μεγάλης μονῆς τοῦ ἁγίου φιλίππου καὶ τὸν ἡγούμενον ὅν ἐθέμην ἀντὶ ἐμοῦ καθὼς καὶ ἡ αὐθέντρα μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ νέου κόμιτος ὥρισεν. εἰ δέ τις εὑρεθείη ἐμπόδιον ποιῶν εἰς τὰ μετόχια τοῦ μὴ εἶναι εἰς τὴν μεγά λην μονὴν, ἀλλὰ καὶ εἴ τις ἀπόπαυσιν ποιήσαιτο τοῦ μὴ εὔχεσθαι τοῦ μακα ρίου κόμιτος καὶ τῆς κυρίας ἀδελασίας καὶ τῶν υἱῶν αὐτῆς καὶ τοῦ κῦρ νι κολάου καὶ πάντων τῶν ἀγαπώντων τὰς τιαύτας ἐκκλησίας, ἐχέτω τὴν ἀρὰν παρὰ τῶν ἁγίων πατέρων καὶ παρʼ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐπιτίμιον, ἀλλὰ ἵνα εὔχωνται αὐτοῖς ἕως αἱ ἐκκλησίαι ὑπάρχουσιν ὅτι οὕτοι ἀνέστησαν τὰς ἐκκλη σίας ταύτας διὰ εὐχήν τε καὶ ἐπιτυχίαν τῶν ἀγαθῶν ἐκείνων οὕς κύριος ὁ θεὸς