Textus Originalis
— 400 —
τοῦ ἐνδοξοτάτου λέοντος τοῦ λογοθέτου, οἵτινες καὶ αὐτὸς καὶ ὁ προσηνέστατος τῆς εὐγενείας εὐγένιος μετὰ τοῦ αὐθέντου καὶ τῆς αὐθεντρίας ἀδιλασίας πολλὰ ἠγωνίσθησαν εἰς οἰκοδομὴν τῶν τοιούτων ἐκκλησιῶν καὶ ἄλλα γε τοῖς ἱερεῦ σιν ἀφιερώσαντο καὶ ἄλλα κειμήλια εἰς ἄφεσιν τῶν ἁμαρτιῶν αὐτῶν καὶ εἰς ζωὴν αὐτῶν τὴν αἰώνιον ὧν ἡ εὐχὴ ἀπὸ τῆς μονῆς ταύτης ἔσται ἀδιάζευ κτος εἰς αἰῶνα αἰῶνος. εἴ τις δὲ πειραθείη ἀπάτη δαιμονικῆι φερόμενος ἀπεῖρ ξαι τὴν ἐμὴν γεναμένην ἐῤῥωμένι νοῒ διαθήκην τοῦ ἀποχωρίσαι τὰ προειρη μένα μετόχια ἐκ τῆς μεγάλης μονῆς τοῦ ἁγίου φιλίππου ἤ ἐκ τῶν οἰκείων μου καὶ ἐμῶν κληρονόμων ζητήσαι τὰ ἐκ τῶν γονέων μου ἀφιερωθέντα εἰς τὴν αὐτὴν ἐκκλησίαν κτήματα ἤ ἐκβάλλειν τὸν ὑπʼἐμοῦ προβληθέντα εἰς τὴν αὐτὴν μονὴν ἀφηγούμενον καὶ παραλύσει τὸν κανόνα τὸν ἐκτεθέντα παρὰ τῶν ἁγίων πατέρων, ἕξει τὴν ἀρὰν παρὰ τῶν θεοφόρων πατρῶν καὶ ἀνάθεμα καὶ κατάθεμα καὶ παντανάθεμα καὶ παρʼἐμοῦ ἐπιτίμιον. εἰθʼ οὕτως στέργειν καὶ κυ ροῦσθαι καὶ ἐμμένειν τὴν ἐμὴν καθαρὰν ὑγίαν διαθήκην, ἥτις καὶ ἐγράφη χειρὶ λουκᾶ ἁμαρτωλοῦ ἐπισκόπου τοῦ γραμματικοῦ μηνὶ μαΐω ἰνδικτιῶνος ιγʹ ἔ τους ςχιγʹ. Ὁ χάρτης οὗτος γρηγορίου τοῦ καθηγουμένου τοῦ ἁγίου φιλίππου τοῦ ἀρ γυρίου τῶν δεμμέννων. IX. † Διαθήκη ἐῤῥωμένη ἐκτεθεῖσα παρὰ γρηγορίου καθηγουμένου τοῦ ἁγίου φι λίππου τοῦ ἐν δεμέννοις.