Textus Originalis
XIV. † Σιγίλλιον γενόμενον παρʼἐμοῦ ἀδηλασίας κομητήσσης καλαβρίας καὶ σικε λίας καὶ παρὰ τῶ ἐμῶ υἱῶ ῥογερίω κόμητι, καὶ ἐπιδωθὲν πρὸς τὴν μονὴν τοῦ ὁσίου πατρὸς ἡμῶν φηλήππου δεμέννων τοῦ μελητυρῶ καὶ ἐπὶ τῶ ταύτης προε στῶτι κῦρ γρηγορίω καθηγουμένου καὶ τοῖς μετʼαὐτοῦ διαδόχοις νοεμβρίω μηνὶ τῆς ἕκτης ἰνδικτιῶνος. Ἐπειδὴ κατὰ τὸν νοέμβριον μῆνα τῆς ἕκτης ἰνδικτιῶνος διατρίβοντί μου ἐν τῇ χώρα δεμέννων εἰς τὸν ἅγιον μάρκον μετὰ τοῦ ἐμοῦ υἱοῦ σιμοῦνος, ὅτε ἰάθη ὁ ἐμὸς υἱὸς ῥογέριος ἐκ τῆς νόσου τοῦ ὠτίου αὐτοῦ εἰς τὸν πάνσεπτον ναὸν τοῦ ἁγίου καὶ ὁσίου φιλήππου τῶν δεμέννων, ὥπερ θαῦμα οἰκείοις ὄμ μασιν εἰδὼς καὶ ἀκηκοὼς τὴν πολλὴν θαυματοποιείαν τοῦ ἁγίου καὶ ὁσίου πα τρὸς ἡμῶν φηλήππου καὶ τὰς ἀδιαλήπτους εὐχὰς τοῦ ἁγίου γέροντος καὶ κα θηγουμένου ἅμα τῶν ἐναρέτων καὶ ἁγίων ἀνδρῶν τῶν ὄντων καὶ διακαρτερούν των μετὰ τοῦ αὐτοῦ καθηγουμένου ἐν τῇ ῥηθήση ἁγία μονῆ, ζήλω τῶ πρὸς θεὸν ἐχομένη καὶ φερομένη καὶ τὰς πρὸς θεὸν εὐχὰς καὶ δεήσης διὰ παντὸς