Textus Originalis

DIPLOMI DEI MONASTERI DI SAN FILIPPO DI FRAGALÀ E DI SANTA MARIA DI MANIACI

DIPLOMI DEI MONASTERI DI SAN FILIPPO DI FRAGALÀ E DI SANTA MARIA DI MANIACI

— 410 —

ἃς ἀναφέρουσι τῶ δεσπότη θεῶ ὑπὲρ ἡμῶν καὶ τοῦ ἁγίου κόμητος καὶ τῶν γονέων ἡμῶν καὶ πάντων τῶν χριστιανῶν· εἰδὼς τὴν ῥηθῆσαν ἁγίαν μονὴν πτοχὴν καὶ τὸν εἰρημένον καθηγούμενον καὶ γέροντας τῆς αὐτῆς μονῆς ὑστε ρουμένους τροφὴν καὶ σπλαγχνισθὴς ἐπὶ αὐτοὺς, δωροῦμεν τῆ αὐτῆ ἁγία μονῆ καὶ τῶ ῥηθέντι καθηγουμένω κῦρ γρηγορίω καὶ τοῖς ἐν χριστῶ αὐτοῦ ἀδελ φώτητι καὶ τοῖς μετʼ αὐτῶν ἐσομένοις ἐν τῇ αὐτῆ ἁγία μονῆ ἀπὸ τῶν παροί κων τῆς χώρας τοῦ ἡμετέρου θεορέτρου ἁγίου μάρκου παροίκους πέντε, τοὺς ὄντας ὑπὸ τὴν ἐμὴν χεῖρα ἐν τῇ χώρα ἁγίου μάρκου καὶ διακρατήσει αὐτῆς ὧν τὰ ὀνόματά εἰσι ταῦτα, λέγω δὴ τὸν γέρον φήληππον ψησάλιν γέρον πέ τρον ῥούσιον γέρον φήληππον κράσὰν ῥογέριον καλαβρὸ καὶ νικόλαον γαρνέριον· εἰς τὸ δουλεύειν οὔτοι ἀεὶ τῆ αὐτῆ σεβασμία μονῆ τοῦ ὁσίου πατρὸς ἡμῶν φηλήππου ἐπὶ τέκνοις τέκνων αὐτῶν καὶ διαδόχων σὺν πάντων ὄντων αὐτοῖς κινητῶν καὶ ἀκινήτων πραγμάτων. παρεγγύω δὲ πάντας τοὺς ὑπὸ τὴν χώραν μου ὄντας ἐξουσιαστὰς στρατιγοὺς βεσκόμιτας καὶ λοιποὺς καὶ τοὺς ἐμοὺς δια δόχους καὶ κληρονόμους ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἀείποτε ἀπαρασαλεύτως ἔχειν τούτους καὶ ἀνεμποδίστους, μήται ἀγγαρεύειν αὐτοὺς μήται ζημιοῦν μήται ἐρ βατίζειν ἤ ἀνακρένην ἐν δικαστερίω ἤ μεὶ μόνον ὁ καθηγούμενος τῆς αὐτῆς μονῆς καὶ οἱ μετʼ αὐτοῦ καὶ . . . . . . . . . . τῆ αὐτῆ μονῆ ἀεὶ ἀπαρασα λεύτως δίχά τινος ἐπιρίας· τὸν δὲ κατατολμόντα παρακροῦσαι τὸ ἡμέτερον σι γίλλιον οὐ μικρὰν τὴν ἀγανάκτησιν παρʼ ἡμῶν καὶ τῶν ἡμετέρων κληρονόμων καὶ διαδόχων ὑποστήσεται. ἐπεὶ καὶ πρὸς περισσωτέραν πίστωσιν καὶ βεβαίαν τῶν ἐντυγχαννόντων ἀσφάλιαν τῆ συνήθει ἡμῶν διαμολύβδω βούλλῃ σφραγισθὲν ἐπεδώθη τῶ εἰρημένω καθηγουμένω κῦρ γρηγορίω καὶ τῆ ῥηθήση ἁγία μονῆ μηνὶ καὶ ἰνδικτιῶνι τῆς ἄνω γεγραμμένης ἐν τῶ ςχκαʹ ἔτει. † Κομητήσσης ἀδιλάσιας σὺν τῶ υἱῶ αὐτῆς ῥογερίω κόμητι σικελίας καὶ καλαβρίας.