Textus Originalis
1. Σιγίλλιον γενόμενον παρʼ ἐμοῦ ῥουκέρι᾽ μεγάλου κόμητος σικελίας καὶ κα λαβρίας καὶ ἐπιδωθὲν πρὸς σὲ τὸν καθηγούμενον γρηγόριον καἰ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς οἰκοῦντας καὶ μέλλοντας διοικεῖστε εἰς τὴν μονὴν τοῦ ἁγίου καὶ ἐνδόξου καὶ θαυματούργοῦ ἀποστόλου φιλήππου τῆς ἐπιλεγωμένης διακρατίσεως δεμέννων εἰς τόπον ἐπιλεγώμενον μελητυρῶ μηνὶ ἰουνίω ἰνδικτιωνῶς τρεῖς καὶ δεκάτης ἔτους ἑξακησχιλιοστῶ πεντακοσιωστῶ ἐνενηκοστῶ ὀγδόω. Μέγα τι χρῆμα καὶ τίμιον ἀνὴρ θεοσέβιαν ἔχων, ὁ τοιοῦτος πάσις ἀρετῆς ὑπάρχει ἐμπεπλησμένος καὶ ἐν τῇ ψυχῇ αὐτοῦ πάντα καλὸς περιφέρων. διὰ δὴ ὑπὲρ τῶν τοιούτων καλῶν καὶ πλήστων ἀρετῶν τῶν προγραφέντων εὗρον κἀγὼ κόμης ῥουκέρης σε τὸν προγραφέντα καθηγούμενον γρηγόριον θεῶ τε μὲν καὶ ἀνθρώποις ἀρεσκόμενον καὶ συμμαρτυρούμενον καὶ ὑπὲρ τοῦτο πεποίηκα τὸ παρὸν σιγίλλιον πρὸς σὲ τὸν καθηγούμενον γρηγόριον καὶ εἰς πάντας τοὺς ἀ δελφοὺς τοὺς οἰκοῦντας καὶ μέλλοντας οἰκῆσθε εἰς τὴν ἁγίαν τοῦ θεοῦ μο νὴν πρὸς περισσωτέραν καὶ βέαν ἀσφάλιαν καὶ πίστιν τοῦ εἶνε αὐτὴν ἀνέπα φον ἀπὸ τῶν ἐπισκόπων ἀρχιεπισκόπων τῶν ὄντων καὶ μελλόντων διῆνε ἐν
— 412 —
ἕνα ἄνθρωπον ἐκ τοὺς ἐμοὺς βελλάνους τὸ ὄνομα αὐτοῦ πέτρος τῆ ἐπονυμία τζεγγαρόπολλος σὺν πάντων τῶν ὑπαρχόντων αὐτοῦ ἀπό τε κινιτῶν καὶ ἀκι νήτων, δίδωμαι δὲ καὶ χωράφια πρὸς ὑποργίαν καὶ χειραγωγίαν τῶν ἐκεῖσαι ἐν τιγχανόντων καὶ διαγούντων· ἔστιν δὲ ὁ συνοριασμὸς τῶν αὐτῶν χωραφίων οὕτως· ἀπὸ τοῦ καστελλίου τοῦ ὄντος ἀντικρὺς τοῦ ποταμοῦ μέχρι τῆς ἀγραπ πίδος καὶ ἀπέρχεται εἰς τὴν ἄριαν καὶ εἰς τὴν πλακαν καὶ ἀποδίδει εἰς τὸν ῥύακα καὶ ἀναβαίννει εἰς τὴν πέτραν τὴν μεγάλην εἰς τὸ σύνορον τῶν χωρα φίων τῆς ἁγίας θεοτόκου, ὁ δὲ συνοριασμὸς τὸ ὄρος ὡς ἀναβαίννει ὁ ποταμὸς καὶ ἀναδίθη εἰς τὴν χέτην καὶ ἀπέρχεται εἰς τὸν λάγκον τοῦ σπλαθρὰ καὶ κατέρχεται εἰς τὸν μουέλιν· στέργω δὲ καὶ τὸν ἀμπελίον τὸν ὄντα εἰς τὸν ἅγιον ἱππόλιτον εἰς τὸ δριούσον ὡς ἀπέρχεται ἡ φράκτη ἄχρι εἰς τὸν ῥύαξ ἵνα ἔστε ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ διηνεκὲς ἄχρι τερμάτων αἰώνων εἰς τὴν μονὴν τοῦ ἁγίου φιλίππου. ταῦτα δὲ ἐστερξά συ τοῦ καθηγουμένου κῦρ γρηγορίου οἰκεία βουλῆ καὶ θελίσει καὶ ἀμετατρέπτω λογισμῶ περ ψυχικῆς ἕνεκε σωτη ρίας τοῦ μακαριωτάτου μου αὐθέντου καὶ ἐμοῖ ὅπως καὶ συ καὶ οἱ σὺν σοῖ ἀδελφοὶ ἀδιαλείπτως ἐξιλεοῦσθε τὸν φιλάνθρωπον κύριον νύκτωρ τε καὶ ἡμέρας ὑπὲρ τῶν ἡμετέρων ψυχῶν· ταῦτα δὲ ἐκύρωσα κατʼἐνώπιον τῶν συνεδριαζόν των μοι καλλίστων ἀρχόντων, λέγω δὴ πρεσβυτέρου πέτρου καὶ νικολάου δαζὴ καὶ γεωργίου τζεγγαροπόλλου καὶ λέοντος γαλάτι καὶ λέοντος δαζὴ καὶ νι κολάου γαλάτι καὶ φωτινοῦ καὶ ἑτέρων πληστων. πρὸς δὲ περισσωτέραν πί στοσιν καὶ βεβαίαν ἀσφάλιαν τῆ συνηθημένη μου βούλλῃ τῆ διαχήρω σφρα γίσας ἐπιδώθη συ κῦρ γρηγορίου μηνὶ μαΐου ἤκοσι καὶ δύο καὶ ἰνδικτιῶνα τῆς ἀνωτέρω γεγραμμένης.