Textus Originalis
XXIII. † Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τῆς ὑπερ φώτου καὶ ἀσυγχύτου τριάδος ἀμήν. † Ῥολάνδος ὁ τοῦ μαλέττα καὶ φιλιππος τοῦ εὐφήμη ῥηγικοὶ κριταὶ κατὰ τὸν ἰούνιον μῆνα τῆς ἰνδικτιῶνος ιεʹ τού ςʹ καὶ χ ʹ ἔτους τὰς διατριβὰς ποι ούμενοι εἰς τὴν χώραν ἁγίου μάρκου, γραφὴν ἐκώμισεν ἡμῖν ὁ εὐλαβέστατος καθηγούμενος τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου φιλιππου μηλητυροῦ κῦρ παν κράντιος ἐκ τοῦ μέρους τοῦ αὐθέντου ἡμῶν καὶ μεγάλου ῥηγὸς γουλιέλμου κελεύουσαν ἡμᾶς στεῤῥῶς, ὅπως τὸ καταρπαχθὲν κράτος τοῦ ἁγίου θαλλελέου παρὰ τῶν δεσπότων τῆς νάσου χωρὶς πάσης ἀντιλογίας στρέψωμεν πρὸς τὴν μονὴν τοῦ ἁγίου φιλίππου, ἡμεῖς δὲ σπουδάζοντες ἐκπληρῶσαι τὸ δεσποτικὸν ἔνταλμαν παρευθὺς ἀπήλθωμεν εἰς τὴν χώραν τῆς νάσου, καὶ συγκαλέσαντες τοὺς ἄρχοντας καὶ τοὺς γέροντας διʼ αὐτῶν ἐγνωρίσαμεν τῆς κυρᾶς βεατρι κίας τὸ δεσποτηκὸν ἔνταλμαν· αὐτὴ δὲ μετὰ βουλῆς ἀπολογήσατο πρὸς ἡμᾶς οὕτως, ποίω δικαιώματι ζητεῖ ὁ ἅγιος φιλιππος τὸ τοιοῦτον πρᾶγμαν; καὶ ὁ καθηγούμενος ὑπάρχων παρὸν ὑπέδειξεν ἡμῖν δύο σιγιλλια ἐν τοῦ ἀειμνήσθου