Textus Originalis
— 438 —
XXVII. † Ταγκρέδης ἐν τῶ χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ. Διὰ τοῦ παρόντος ἐγγράφου γνωστὸν ποιοῦμεν ὅτι παγκράτιος ὁ εὐλαβὴς καθηγούμενος τοῦ ἁγίου φιλίππου τῆς βαθείας δεμέννων εἰς τὴν αὐλὴν ἡμῶν ἐνδιαθέτως ἅμα καὶ εὐλαβῶς προσελθὼν ἔδειξέ τινα σιγιλλια τῶ αὐτῶ μο ναστηρίω παρὰ τῶν τῆς μακαρίας μνήμης προγεννητόρων ἡμῶν γεγονότα, ἐν οἷς περιείχετο ὅτιπερ οἱ προλεχθέντες προγεννήτορες ἡμῶν τὸ δηλοθὲν μοναστή ριον τοῦ ἁγίου φιλίππου καὶ τινας ἀνθρώπους μετὰ τῶν υἱῶν αὐτῶν καὶ πάντα τὰ κτήματα αὐτοῦ ἀπό τε δόματος καὶ πάσης ἀγγαρίας ἔτι δὲ καὶ ἀπὸ πάσης δουλείας ἐπιγείων δεσποτῶν ἐλεύθερον ὑπάρχειν ἐλεημόνως ἔστερξαν· ἱκέτευσέ τε ὁ αὐτὸς ἡγούμενος προσεκτηκῶς τὴν ἡμετέραν ἐνδοξότητα ὅπως τὴν αὐτοῦ ἐλευθερίαν ἥν οἱ προγεννήτορες ἡμῶν τῶ προδηλοθέντι μοναστηρίω τοῦ ἁγίου φιλίππου ἔστερξαν ἡμεῖς τῆ συνήθει ἡμῶν ἀγαθότητι προσκυρώσωμεν. ἡμεῖς δὲ οἱ θείας ἐμπνεούσης χάριτος ἐν προκειμένω καὶ θελήματι φέροντες τὰς οὔσας ὑπὸ τὸ ἡμέτερον κράτος τοῦ θεοῦ ἐκκλησίας ἐπισκέπειν ἅμα καὶ διηκεῖν τῶ προει ρημένω μοναστηρίω τοῦ ἁγίου φιλίππου τῆς βαθείας δεμέννων τὰς ἐλευθερίας