Textus Originalis
— 439 —
ἅς οἱ προγεννήτορες ἡμῶν τῇ αὐτῇ ἐκκλησία τοῖς σιγιλλίοις αὐτῶν ἐδωρήσαντο, καθὼς ἡ αὐτὴ ἐκκλησία τοῦ ἁγίου φιλίππου ἄχρι τελευτῆς τοῦ κυρίου ῥηγὸς γουλιέλμου τοῦ ἡμετέρου ἀδελφιδοῦ τῆς περιδόξου μνήμης ταῖς αὐταῖς ἐλευ θερίαις εἰρηνικῶς ἐχρᾶτο, τῆ συνήθει ἡμῶν εὐσπλαγχνία προσκυροῦντες πᾶσι τοῖς δικαιώμασι καὶ πράκτωρσι ἡμῶν τοῖς ἐνεστῶσι καὶ μέλλουσι προστάτ τοντες διοριζώμεθα, ἵνα τῶ προλεχθέντι μοναστηρίω τοῦ ἁγίου φιλιππου καὶ αὐτοῖς τοῖς ἀνθρώποις καὶ τοῖς κτήμασι καὶ πράγμασιν αὐτοῦ μηδεμίαν ἀπὸ τοῦ νῦν ὄχλησιν ἐπάξητε μήτε παρά τινος ἐπαχθῆναι παραχωρήσητε, ἀλλʼαὐτὸ τὸ μοναστήριον μετὰ τῶν αὐτῶν ἀνθρώπων κτημάτων καὶ πραγμάτων αὐτοῦ ἐν τῆ αὐτῆ στάσει καὶ ἐλευθερία εἶναι παραχωρήσητε ἐν ἧ πάντοτε ὑπῆρξεν ἐν τοῖς καιροῖς καὶ ἡμέραις τῶν μακαρία μνήμη προγεννητόρων ἡμῶν ἄχρι τελευτῆς τοῦ προειρημένου κυροῦ ῥηγὸς γουλιέλμου τοῦ ἡμετέρου ἀδελφιδοῦ· γινώσκον τες ὅτι ἐὰν τις τῶ παρόντι ἐνταλματι τῆς ἡμῶν ὑψηλότητος ἐναντίος εἶναι τολμήσει τὴν ἀγανάκτησιν τῆς ἡμετέρας ὑπήσεται ἐνδοξότητος. ἐδόθη ἐν πα νόρμω μηνὶ δεκεμβρίου εἰς τὴν κςʹ τῆς ἰνδικτιῶνος ἑνδεκάτης τῶ ςψαʹ ἔτει. XXVIII. † Κωνσταντίνος τοῦ εὐφήμη καὶ βασιλεικὸς καμεράριος βαθείας δεμέννων καὶ μύλων. † Τὸν ἀπρίλλιον μῆνα τῆς ἰνδικτιῶνος εʹ γραφὴν ἐδεξάμεθα παρὰ τοῦ ἐν δοξοτάτου ἄρχοντος καὶ μεγάλου κριτοῦ κυρίου οὔγου καπασίνο δηλοῦσαν οὕ