Textus Originalis
XXXII.
† Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀμήν. φίλιππος τοῦ εὐφήμη καὶ βασιλικὸς μαίστροφορεστέριος σικελίας, τὸν αὔγουστον μῆνα τῆς ἰνδικτιῶνος βʹ ὄντος μου ἐν τῆ χώρα ταυρομενείας γραφὴν ἐκόμησεν πρὸς μὲ φιλόθεος ὁ εὐλαβέστατος ἡγούμενος μονῆς ἁγίου φιλιππου δεμέννων ἐκ τοῦ μέρους τοῦ ἐνδοξοτάτου ἄρχοντος καὶ μεγάλου σεκρετικοῦ κυρίου ῥομβέρτου φαλλαμονάχα δηλοῦσαν οὕτως. μετὰ τὰ χαιρετίσματα ἔλεγεν, ὅτι ἦλθεν πρὸς ἡμᾶς φιλόθεος ὁ εὐλαβέστατος ἡγούμενος ἁγίου φιλίππου τῶν δεμέννων καὶ ἐγόγγυσεν ὅτι σὺ ἐξ ἐναντίας τῆς σιγιλλίων καὶ τῶν δικαιωμάτων τοῦ μοναστηρίου αὐτοῦ ὀχλεῖς καὶ παραβιάζεις τὰς διακρατήσεις τῶν μετοχίων αὐτοῦ τοῦ μοναστηρίου· διὰ τοι προστάττωμέν σοι ἐκ τὸ μέρος τοῦ κυρίου βασιλέως καὶ ἐκ τοῦ ἡμετέρου ἵνα ἐξουσία ἧ χρώμεθα ἵνα ἴδοις τὰ σιγίλλια τοῦ ῥηθέντος μοναστηρίου καὶ κατὰ τὴν δήλωσιν αὐτῶν ἐάσης ἀνενόχλητον αὐτὸ τὸ μοναστήριον καὶ τὰ μετόχια αὐτοῦ καὶ τὰς διακρατήσεις αὐτῶν. ἐγὼ δὲ ἐπὶ χεῖρας λαβὼν τὴν γραφὴν τοῦ μεγαλου σεκρετικοῦ ἐν σπουδῆ ἐθέμην τὰ κελευόμενά μοι ἐκτελέσαι, καὶ τοὺς τόπους κατελαβὸν τῶν μετοχίων τοῦ ἁγίου φιλίππου οἶδα τὸν ῥηθέντα ἡγούμενον σὺν τοῖς αὐτοῦ ἀδελ