Textus Originalis

— 453 —

— 453 —

φοῖς εἰς τὸ μετόχιον τοῦ ἁγίου μάρκου, καὶ τῆ ὑστεραία ἡμέρα ἐσυνάξαμεν πολλοὺς καλοὺς ἀνθρώπους καὶ γέροντας οἵτινες ἐγίνωσκον ἐν ἀκριβεία τὸν δὲ τιμιώτατον γέροντα κῦριν κοσμᾶν καὶ ἡγούμενον τῆς μονῆς τῶν ἁγίων ἀσωμάτων δραίνων καὶ τὸν ἱερέα θεώδωρον τοῦ φλακιανοῦ καὶ ὁ γέρων παπᾶ νικόλαος ὁ μακρὴς καὶ ὁ γέρον κώνστας ὁ βαττάλης καὶ ὁ γέρων γαλτέριος τῆς ὠχρείας καὶ ὁ γέρων γουλιέλμος ὁ ῥαχήτης καὶ ὁ γέρων πέτρος τοῦ φλακιανοῦ καὶ ὁ γέρων μαΐστωρ ἰωάννης τῶν λόγγων καὶ τὸν γέροντα γουλιέλμον ὁ ῥαχήτης καὶ ὁ μαΐστωρ ἰωάννης τῶν λόγγων καὶ τὸν γέροντα πέτρον τὸν ἀδελφὸν αὐτοῦ, καὶ τῶν περεγίων παρόντων μετὰ τῶν μοναχῶν τοῦ ἁγίου φιλίππου οἴδαμεν τὰ ῥηθέντα χωράφια ἐντὸς τῶν συνόρων τοῦ κράτους τῶν χωραφίων τοῦ ἁγίου μάρκου· ὅθεν καὶ ἀφήκαμεν αὐτὰ νέμεσθαι ὁ ἡγούμενος καὶ οἱ μοναχοὶ τοῦ ἁγίου φιλίππου ἀνενωχλήτως ἀπὸ παντὸς προσώπου ὡς καὶ ἡ γραφὴ τοῦ ἄρχοντος καὶ μεγάλου κριτοῦ ἐδήλου ὁμοίως ὡς τὸ ὕδωρ τοῦ μύλου τοῦ κοινοῦ ἀπεδώκαμεν τὴν πᾶσαν ἄδειαν τοῦ ἡγουμένου τοῦ ἁγίου φιλίππου καὶ τοῦ κοινοβίου αὐτοῦ. καὶ πρὸς περισσοτέραν ἀσφάλειαν ἐποιήθη τὸ παρὸν ὑπομνηστικὸν τοῦ ἡγουμένου τοῦ ἁγίου φιλίππου καὶ τοῦ κοινοβίου αὐτοῦ εἰς ἀπόπαυσιν τοῦ ἡγουμένου τοῦ μανιακίου καὶ τοῦ κοινοβίου αὐτοῦ χάριτι καὶ ἀντιλήψει τοῦ κυρίου ἡμῶν βασιλέως, ἐγράφη μηνὶ καὶ ἰνδικτιῶνι τῆς προγραφείσι ἔτει ςψʹεʹ. † κώνστας βραγχουνέρης καὶ κατὰ τὴν ἡμέραν στρατηγὸς τῆς ἁγίας λουκίας μαρτυρῶ. † γέρων πέτρος στιθούνης μαρτυρῶ. † γέρων παγάνος τῆς λούνας μαρτυρῶ. † γέρων κώνστας δεμεννήτης μαρτυρῶ. † γέρων φίλιππος γουργούνης μαρτυρῶ. † γέρων ἱερέας ματθαῖος μαρτυρῶ. † γέρων βερνάρδος μαρτυρῶ. † γέρων βένης μαρτυρῶ. † γέρων γαλτήριος τῆς ὠχρείας μαρτυρῶ. † γέρων γουλιέλμος ῥαχίτης μαρτυρῶ. † γέρων μαΐστωρ ἰωάννης τῶν λόγγων μαρτυρῶ. † γέρων πέτρος τῆς κυρᾶς καλῆς μαρτυρῶ. † γέρωντα κώνστας βαττάλης. † γέρων παπᾶ νικόλαος ὁ μακρὴς μαρτυρῶ.