Textus Originalis

— 48 —

— 48 —

θυμία μου πάση καὶ ὁλοψύχω προθέσι καὶ μετὰ χρονίας διασκέψεως πέπρακα, διὰ τὴν λαγχάνουσαν δίκαιαν προτήμισιν, πρὸς σὲ τὸν ὑψιλότατον τιμιότατον ἁγιώτατον ἀρχιεπίσκοπον πόλεως πανόρμου κύριν γαλτέριον τὸ ἠμίσεον τοῦ ὅλου βουνοῦ ὅν ἀγόρασα ἐκ τὸν ἀγαρινὸν κάϊτον ἄλιν υἱὸν βιλλιένε, κείμενον ἐν τοῖς προαστοίοις πόλεως πανόρμου εἰς τὸ βόριον μέρος γνωριζόμενόν ποτε βιλ λιὲν, σὺν πάντων τῶν ἡμισέων τῶν ἐν αὐτῶ ἤγουν τοῦ παλατίου καὶ οἰκει μάτων καὶ περιβόλων καὶ ἀμπέλων καὶ χωραρίων καὶ ἡμεροδένδρων καὶ ἀγρίων δένδρων σὺν τῶν πυγῶν καὶ τοῦ φρέατος δικαιωμάτων καὶ προνομείων καθὰ περικλύονται καὶ περιέρχονται ἀπὸ μικροῦ ἕως μεγάλου μέχρι τοῦ βραχιτάτου. τοῦτο τὸ ὅλον ἡμίσεον τοῦ ῥηθέντος βουνοῦ πέπρακά σοι αὐτὸ διὰ χειρῶν τῶν μαϊστέρων κῦρ πέτρου καὶ σολωμόνος λόγου τῆς μεγάλης καθολικῆς ἐκκλη σίας πόλεως πανόρμου εἰς ταρία τὸν ἀριθμὸν ε.φʹ κόκκου αʹ συκελικῶ χαράγ ματι· ἅ ἔλαβον ταῦτα διὰ χειρῶν τῶν ῥηθέντων μαϊστέρων εἰς τὸν ζυγὸν τῆς πανόρμου τέλεια καὶ ἀνελλιπῆ, ἵνα ἔχει ἄδειαν καὶ ἐξουσίαν ἡ μεγάλη ῥηθήσα καθολικὴ ἐκκλησία ἐπὶ γεναιὰς γεναιῶν ἄχρι τερμάτων αἰῶνος ποιῆν ἀπʼαὐ τοῦ ἔτι βουλήματα ἅπαντα καὶ ἀμοίριστα μετὰ τοῦ καταληφθέντος ἡμισέου εἰς δεσποτείαν τοῦ ῥηθέντος ἀγαρινοῦ. ὅστις δὲ φανήσεταί ποτε καιρῶ ἢ χρόνω ὄχλησιν ἢ ἀγωγὴν ἐπιφέρων πρὸς τὴν διλωθῆσαν μεγάλην ἐκκλησίαν ἵνα μὴ εἰσακουέσθω, ἀλλὰ διοκιώμενος ζημιούσθω πρὸς τὴν μεγάλην ἐκκλησίαν τὰς τιμὰς ἤγουν τὰ ε φʹ ταρία καὶ τὰς βελτιώσεις· εἰ δʼαὐτὸς ἐγὼ βουληθῶ τοῦτο πρᾶξαι καὶ οὐχὶ μάλλιστα διεκδικήσω πρὸς τὴν μεγάλην ἐκκλησίαν ταύτην ἀπὸ παντὸς προσώπου ξένου τε καὶ ἰδίου, τὴν αὐτὴν ζημίαν ὑποστῆναι ἔτι ἐῤ ῥωσθῆναι. τοπικῆς ἐγγραφῆς εἰσιν δὲ τὰ ὡροθέντα τοῦ βουνοῦ οὕτως καθὰ συγ κλήεται σὺν πάντων τῶν δένδρων ἀμπελήον καὶ ξυλοκεράτων σικέων αμιγδα λέων ἐλαίων καὶ λοιπῶν· τὸ ἀνατολικὸν καταβέννει ἄχρι τῆς ὁδοῦ καὶ χωρα φίου τοῦ σσουῤῥέντου καὶ διαλαμβάννει χωράφιον τοῦ μουστὰχ καὶ τοῦ μαράν δου καὶ τοῦ κόμητος, καὶ σώζει ἄχρι τῆς ὁδοῦ τῆς ἐπιφερούσης εἰς τοῦ αὐτοῦ βουνοῦ καὶ τοῦ ἑτέρου βουνοῦ γνωριζομένου καλέλ, κακῆθεν ἄχρι εἰς τόπον λε γόμενον γείρος τῶν ἀλόγων καὶ χωραφίου τοῦ ἱερέως, ἔνθα εἰσὶν δένδρα ξυ λοκεράτων ποτὲ υἱοῦ τζερατζέλες, κακεῖθεν καταβένει ἄχρι εἰς τὸν κρημνὸν ἐν