Textus Originalis

I.

I.

Τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ τοῦ θεοῦ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰπόντος, ὅπου δύο ἤ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσω αὐτῶν, οὐ μικρά τις ἔφεσις ἐπῆλθε τοῖς πρὸ ἡμῶν εἰς τὸ συν ελθεῖν καὶ χορὸν ἕνα συστήσασθαι ἱερόν ἵνʼ ἐκεῖνον κτίσωνται φύλακα καὶ συνοχέα τῆς ἱερᾶς ὁμιγύρεως· καὶ ἐπεὶ τοῦτο παρʼ ἐκείνων τετύπωται καὶ ἐσπού δασται λίαν συντετηρημένως καὶ ἀσφαλῶς καὶ διʼ ἔργου ἐπερατώθη κατὰ τὸ ἑξακισχιλιοστὸν πεντακοσιοστὸν πεντηκοστὸν ἕκτον ἔτος τῆς τηνικᾶυτα ανυσθεί σης πρώτης ἰνδικτιῶνος, καὶ τόμος συνετέθαι τὰ τότε δόξαντα ἔχον ἐν ἑαυτῶ· ἔφθη δὲ ὑπὸ τοῦ χρόνου διαφθαρῆναι καὶ πρὸς ἀφάντωσιν τελείαν παρʼ οὐδὲν καταντῆσαι· ἵνα μὴ ἀμνημόνευτα τὰ τυποθέντα τε καὶ γραφέντα ἡμῖν τε καὶ τοῖς μεθʼ ἡμᾶς ἔσονται, καινίσαι τοῦτον ἡμεῖς δεῖν ὠῄθημεν καὶ τοῖς μετὰ ταῦτα παραδοῦναι εἰς μνήμην καὶ φυλακὴν καὶ συντήρησιν ὡς οἷον ται πρὸς τὴν τοῦ καλοῦ μονιμότητα. διὸ δὴ καὶ τὸν παρόντα συνθέντες τόμον καὶ ταῖς οἰκείαις ἡμῶν ὑπογραφαῖς τοῦτον κατεμπεδώσαντες, ἐν τῶ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τῆς μίας καὶ ἀσυγχύτου καὶ βασιλείου ἀρχῆς, τυποῦμεν ὡς ἄν ὑπηρετῶμεν ἐν ταῖς θείαις καὶ ἱεραῖς δοξολογίαις τῆ παν-