Textus Originalis

— 54 —

— 54 —

σέπτω καὶ θεία εἰκόνι τῆς ὑπεράγνου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας, τῆς καὶ τὴν στάσιν ἐχούσης ἐν τῶ ναῶ τοῦ πανενδόξου καὶ ἀρχιστρα τηγοῦ μιχαὴλ τοῦ τιμωμένου ἐν τῆ τῶν ναυπακτιτησσῶν μονῆ κατὰ τὴν τοῦ γυρίου γειτονίαν. πρὸ μὲν ἄλλου παντὸς κοινῶς ἅπαντες ἅπαξ ἑκάστου μηνὸς ἐν ἧ ἐκκλησία τῆς στάσεως ἔτυχεν, ἐκεῖθεν δὲ μεθʼ ἱερῶν ὕμνων ταύτην λαμ βάνοντες ἀπαγῶμεν ὅπου ἄν ἑτοιμάσει εἷς ἐξ ἡμῶν τὴν μηνιαίαν στᾶσιν αὐ τῆς· ἐκεῖθεν δὲ πάλιν πρὸς ἕτεραν ὅπου ὁ ἕτερος καὶ καθεξεῖς τροχικῶς ἕως ἄν ἡ ὅλη ἀδελφότης ἐκμετρηθῆ τὴν πᾶσαν ὑπηρεσίαν, ποιοῦντος ἑκάστου ἡμῶν ἐν τῆ αὐτῆ ἁγία εἰκόνι κατὰ τὸ ὅλον μηνιαῖον διάστημα· ἐπιτελουμένης καὶ τῆς θείας μυσταγωγίας ἐν ταῖς ἑβδοματικαῖς περιόδοις κατὰ τετράδα τε καὶ παρασκευήν, μνείαν ποιουμένων ἡμῶν τῶν ὀρθοδόξων ἡμῶν βασιλέων, τοῦ ἁγιο τάτου πατριάρχου, τοῦ ἱερωτάτου μητροπολίτου θημῶν, τοῦ πανοσίου ἐκείνου μοναχοῦ καὶ ἡγουμένου τῶν στειρίου κῦρ θεοδόρου τοῦ λεονάρδου, τοῦ περιόν τος τῆς αὐτῆς μονῆς, τῶν ἡγουμενευουσῶν ἐν τῆ τῶν ναυπακτιτησσῶν μονῆ, τῆς ὅλης ἡμῶν ἀδελφότητος τῶν τε περιόντων καὶ τῶν προαπελθόντων, καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος· ταῦτʼ οὖν τετύπωται γίνεσθαι παρʼ ἡμῶν κατʼ αὐτὴν τὴν εἰσβολὴν τῆς πρώτης ἡμέρας ἑκάστου μηνός. εἰ δεῖ γε χει μών τις σφοδρὸς ἐπεισφρῆσας τὴν λειτουργίαν ἐμποδίσει τὴν μετʼ ἐκείνην ἡμέ ραν ἢ τὴν μετʼ αὐτὴν ἢ τὴν ἐφεξῆς, ἵνʼ ἐκπληρῶμεν τὸ λειτούργημα· ναὶ μὴν καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ τελεῖν ὀφείλομεν τὴν θείαν καὶ ἀναίμακτον μυσταγω γίαν ἔνθα ἄν παρʼ ἡμῶν τυποθείη, ὑπερευχόμενοι ἀλλήλων καὶ πάντων κοινῶς ὡς προλέλεκται, πᾶσαν σεμνοπρέπειαν ἔχοντες, καὶ χριστιανοῖς ἁρμόδιον πο λιτείαν καὶ κατάστασιν. αλλʼ ἐπεὶ, ἐκ τῶν ὁμοίων καὶ τὰ ὅμοια τεκμέρεσθαι δεῖ, ὁ τῆς πολιτείας λόγος διαῤῥήδην βοᾶ, εἰ συμβεῖ τῶν ἀδελφῶν ἡμῶν ἐν ἀφθόνω τοῦ τὰ τῆς σωτηρίας ἡμῶν βασκαίνοντος ἀρχαίου ἐχθροῦ καὶ ἀποστά του δαίμονος σκανδαλισθῆναι, ὥσπερ ὁρῶμεν τοῦτο γινόμενον ἐν πολλοῖς, ἢ κατὰ τοῦ ἑτέρου παροξυνθῆναι ἢ καὶ ἀποῤῥαγῆναι τῆς ἱερᾶς ἡμῶν ἀδελφότη τος, τὰ τοῦ κυριακοῦ λογίου διαπραττόμεθα ἐν αὐτῶ ἰδία τε τοῦτον νουθετοῦντες καὶ δημοσία καὶ ἐπὶ τῆς ἐκκλησίας αὐτῆς· καὶ εἰ εὐδοκία τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν τῆς κακίστης ἐκείνης ὁποῖα ἂν καὶ εἴη ἀποσταίη διαγωγῆς, τῶν μελῶν