Textus Originalis
— 55 —
καὶ μερῶν αὖθις ἔσεται τῆς θειοτάτης συναυλίας ἡμῶν ὥσπερ δὴ τὸ ἀνάπα λιν· τῶ δὲ περιπεσόντι νόσω τινὶ σώματος ἀδελφῶ ἡμῶν συναθροιζομένων ἡμῶν πάντων εὐχὴ γινέσθω εἰς ἀπαλλαγὴν τοῦ ὀχλοῦντος αὐτὼ νοσήματος. ἀλλὰ καὶ περὶ τοῦ τὴν ζωὴν ἀπολειλοίπτος ἀδελφοῦ ἡμῶν καὶ μεταχωρήσαντος πρὸς τὰ ἐκεῖθεν μονήματα καὶ ἀθάνατα, συναθροιζομένων ἡμῶν περὶ τὴν ἐκφο ρὰν τοῦ λειψάνου αὐτοῦ, τὰς εἰωθείας δοξολογίας ἐπιτελῶμεν μεθʼ ἡμετέρων κηρῶν· εἰ καὶ τοῦτο δρήσειεν καὶ ἔτι διαμνημονεύοντες αὐτοῦ ἐσόμεθα κατὰ τὴν ἐπικρατήσασαν παρὰ τοῖς χριστιανοῖς συνήθειαν κατὰ τὴν τρίτην ἐννάτην καὶ τεσσαρακοστὴν ἡμέραν τῆς τούτου ταφῆς καὶ κατὰ τὰς ἐνιαυσιαίους μνή μας αὐτοῦ. καὶ ταῦτα ποιοῦντες καὶ ὑπὲρ τῆς ἑκάστου ἑτέρου ἡμῶν σωτηρίας φροντίζοντες πάση σπουδῆ καὶ προθυμία, τὸ ἱερὸν ἡμῶν σύνταγμα ὡς ἡμέραι αὐξάνεσθαί τε καὶ πληθύνεσθαι, καὶ ὑπὲρ τὰς κέδρους ὡς εἰπεῖν τοῦ λιβάνου ἐπεκτείνεσθαι διʼ ἔργων σπουδάζουμεν, ὅπως καὶ τὸν τῶν ἀνθρώπων ἔπαινον λη ψώμεθα καὶ τὴν πρὸς θεοῦ πολυπλάσιον ἀνταπόδωσιν, οὐ μόνον ἐνταῦθα ἀλλὰ πολλῶ δήπου καὶ πλέον κατὰ τὴν τελευταίαν καὶ μόνην ἐκείνην τῶν πρα κτέων ἀντεπιμέτρησιν. ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ τὰ ἀμφότερα καταλλάξας καὶ ἑαυτῶ ἑνώσας ἡμᾶς διὰ σπλάγχνα ἐλέους τῆς αὐτοῦ ἀγαθότητος, εἴη διαφυ λάττων τὴν ἱερὰν ἡμῶν ἀδελφότητα. καὶ πᾶν ζηζάνιον ἐξ ἡμῶν ἐκκαθαίρων, ὁδηγῶν ἡμᾶς ἐν παντὶ ἔργω ἀγαθῶ παρʼ ὅλην ἡμῶν τὴν ζωὴν εὐχαῖς καὶ ἱκε σίαις τῆς ὑπεράγνου μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τῶν εὐαρεστησάν των αὐτῶ, ὧ ἡ δόξα καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. † διονύσιος μοναχὸς καὶ οἱερεὺς τῖς μονῆς τοῦ σαφήου ὁμολογῶ εἶναι δοῦ λος τῆς ὑπεραγίας θεοτόκου τῆς νεπακτιτήσης. † ἰωάννης εὐτελὴς μοναχὸς καὶ πρεσβύτερος ἁγιο φωτίνου ὁμολογῶ εἶναι δοῦλος τῆς ὑπεραγίας θεοτόκου τῆς νεπακτητήσης. † καλόγερος πρεσβύτερος ὡ καλοπράγμο ὁμολογῶ ὖνε δοῦλος τῆς ἡπερ αγίας θεοτόκου τῖς νεπαχτιτίσης. † χριστόφορος ὁ κοψηνὸς ὁμολογῶ καὶ αὐτὸς δοῦλος εἶναι εἰ καὶ ἀνα ξιος τῆς ὑπεραγίας θεοτόκου τῆς ναυπακτιτησης, ἧς ὁ παρὼν τόμος ἐστίν.