Textus Originalis
III.
† Ego henricus messanensis electus vendidi domum iohanni notario pro quingentis tarenis. Χεῤῥὶς ὑποψήφιος μεσήνης ὁ τὸ σίγνον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ σὺν τῶ οἰκείω ὀνόματι ἄνωθεν τοῦ ὕφους ἰδιοχείρως χαράξας, τὴν παροῦσαν ἔγγρα φον καὶ ἐνυπόγραφον ἀποχὴν καὶ τελείαν διάπρασιν τίθημι καὶ ποιῶ ἑκουσίως καὶ ἀμεταμελήτως πρὸς ὑμᾶς τοὺς ὁμοζύγους λέοντα νοτάριον καὶ ἀρετήν, καὶ οὐκ ἔκ τινος ἀνάγκης ἢ τῆς οἵας οὖν περιστάσεως ἀλλʼ ἐν ἐῤῥωμένω φρονήματι καὶ λογισμῶ ὑγιαίνοντι. ὅ δὴ καὶ ποιῶ πιπράσκω πρὸς ὑμᾶς λέοντα νοτάριον καὶ ἀρετὴν τοὺς ὁμοζύγους τὸν ἐμὸν οἶκον τὸν περιελθόντα μοι ἐξ οἰκείας ἀγο ρασίας τὸν ὄντα καὶ διακείμενον ἐν τῶ παλαιῶ ἄστει πόλεως πανόρμου ἐν τόπω καλουμένω εἰς τὴν ῥύμην ἔπεν χαλροῦν, εἰς ταρία τὸν ἀριθμὸν πεντακόσια τῆς χαραγῆς τοῦ ἁγίου ἡμῶν δεσπότου τοῦ ὀρθοδόξου καὶ μεγάλου ῥηγὸς κυρίου ῥο γερίου, καὶ ταῦτα ἀπέλαβον παρʼ ὑμῶν πληρέστατα ἑνὸς κόκκου· ἀπέδωκα ὑμῖν τὸν ῥηθέντα οἶκον ἵνα ἔχητε τὴν τούτου ἐξουσίαν τελείαν κατάχρησιν καὶ δε σποτείαν ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς ἑξῆς χρόνους. ὁροθετῖτε δὲ οὕτως, τὸ ἀνα