Textus Originalis
— 72 —
ἀνήγειρεν ὁ πανυπέριμος ἄρχων τῶν ἀρχόντων καὶ ἀμὴρ τῶν ἀμήρων κύ ριος γεώργιος ἐπʼ ὀνόματι τῆς πανάγνου θεομήτορος. ἐπεὶ γὰρ συνέβη τελευ τῆσαι ζωὴν θυγατρὰ τοῦ ἀποιχομένου θεοδίκ. . . . . . . . ὑιοῦ τοῦ μακαριοτάτου κυρίου εὐγενίου τοῦ ἀμήρου ἄπαιδα καὶ ἀδιάθετον, ἤρμοσε δὲ ἡ ταύτης δια δοχὴ καὶ κληρονομία ἐμοί τε τῆ μάμμη αὐτῆς νικήτω, καὶ ἡμίν τοῖς τε πρὸς πατρὸς καὶ μητρὸς θείοις αὐτῆς καὶ θείαις τῶ ἰωάννη τῶ θεοδώρω τῶ στε φάνω καὶ τῶ κῦρ νικολάω, ἔτι δὲ τῇ ἑλένη καὶ τὴ μοναχῆ αγνῆ. καὶ ἐμέλ λομεν διανείμασθαι πρὸς ἀλλήλους τὴν οὐσίαν ἐκείνης ἅπασαν ὅση τε ἐν ἀκι νήτοις καὶ ὅση ἐν κινητοῖς καὶ αὐτοκινήτοις τεθεωρῆται ἵνα καὶ τῆς ψυχῆς ἐκείνης φροντίδα ποιήσωμεν καὶ τῶν μνημοσύνων· διὰ τοῦτο κοινῆ γνώμη καὶ διασκέψει εἰς διάπρασιν τῶν οἰκημάτων ἐκείνης καὶ τοῦ σταύλου καὶ τοῦ ἐρι ποτοπείου τῶν πλησίον τοῦ προδηλωθέντος θείου ναοῦ τῆς ὑπεραγίας θεοτό κου ἀπείδομεν, καὶ δὴ κοινολογησάμενοι ὑμῖν τοῖς κληρικοῖς τῶ θεοδώρω τῶ νικολάω τῶ κωνσταντίνω καὶ τοῖς λοιποῖς τὰ περὶ τῆς ἐξωνήσεως τούτων ὡς πλησιόσταις, ἕυρομεν ὑμᾶς προθυμουμένους ἐξωνήσασθαι ταῦτα ἐκ τῶν προσό δων τῶν ἀφιερωθέντων ἀκινήτων τοῦ τοιούτου θείου ναοῦ παρὰ τοῦ μνημονευ θέντος κτήτορος· διὰ τοῦτο καὶ ὑπεμνήσατε τὰ περὶ τῆς ἐξωνήσεως τούτων τῶ κτήτορι, ὁ δὲ ἐπέτρεψεν ὑμῖν ἀκωλύτως ποιήσασθαι ταῦτα· καὶ ἐπεὶ περιέστη ἐκ κοινῆς ἀρεσκείας ἡ ποσότις τοῦ τιμήματος τῶν πιπρασκομένων ὡς εἴρηται ἀκινήτων εἰς ταρία χρυσοῦ χιλια τῆς χαραγῆς τοῦ κραταιοῦ καὶ ἁγίου ῥηγός, ἰδοῦ τὴν παροῦσαν ἔγγραφον πράσιν ἐκτιθέμεθα πρὸς ὑμᾶς τοὺς δηλωθέντας κληρικοὺς καὶ διʼ ὑμῶν πρὸς τὸν δηλωθέντα ναὸν, δι ἧς πιπράσκομεν τὰ δη λωθέντα οἰκήματα τῆς ἀποιχομένης καὶ προδηλωθείσης ζωῆς ὅλα ἐξ ὁλοκλή ρου καθὼς περιορίζονται μετὰ πάντων τῶν δικαίων αὐτοῦ καὶ προνομίων· καὶ ὀφείλει λοιπὸν ἀπὸ τῆς σήμερον δεσπόζειν τῶν τοιούτων ἀκινήτων ὁ ῥηθεὶς θεῖος ναώς· ὀφείλομεν γὰρ δεφενδεύειν αὐτὰ κατὰ τὴν καθολικὴν τοῦ νόμου δεφεν σίωνα ἀπὸ παντὸς προσώπου ἐκκλησιαστικοῦ ἀρχητικοῦ τε καὶ ἰδιωτικοῦ καὶ ἀπʼ αὐτοῦ τοῦ δημοσίου. δεδώκατε δὲ καὶ ἡμῖν πᾶσιν τοῖς πράταις τὸ προγρα φὲν τίμημα τὰ χίλια τοῦ χρυσοῦ ταρία· ἡμεῖς δὲ ἀπεδώκαμεν ὑμῖν τοῖς κλη ρικοῖς καὶ τὰ δικαιώματα ἅπαντα τῶν διαπραθέντων οἰκημάτων. οὕτως. . . . .