Textus Originalis
— 73 —
ἀρεσθέντες τὴν τοιαύτην πρᾶσιν ἐκθέμενοι ὀφείλομεν στέργειν καὶ ἐμμένειν αὐτῆ μετὰ πάντων τῶν κληρονόμων καὶ διαδόχων ἡμῶν, καὶ μὴ δυνάμεθά τε πρὸς ἀνατροπὴν ταύτης χωρεῖν μερικῶς ἢ καθʼ ὅλον ἐξ οἵας δή τινος αἰτίας μήτε μὴν ἀναργυρίαν προβάλλεσθαι. εἰ γὰρ δὴ βουλήσωμεν τοιοῦτόν τι ποιῆσαι οὐ μόνον οὐκ εἰσακουσθησόμεθα ἀλλʼ ἐκ ψιλῆς καὶ μόνης ἐπιχειρήσεως ὑποπεσόμεθα δό σειν προστίμημα ἕξ ἐπερωτήσεως πρὸς ὑμᾶς τοὺς κληρικοὺς κατὰ τὸν καιρὸν τοῦ δηλωθησομένου θείου ναοῦ καὶ τὸν ναὸν χρυσοῦ ταρίων δισχιλίων, πρὸς δὲ τὸ βασιλικὸν βεστίον τὸ τρίτον τούτων, πρὸς τῶ καὶ οὕτως ἐῤῥῶσθαι τὴν πα ροῦσαν πρᾶσιν καὶ μένειν βεβαίαν καὶ ἐῤῥομένην. τὰ δὲ γνωρίσματα τῶν δια πραθέντων ἀκινήτων ἔχουσιν οὕτω, τὸ ἀνατολικὸν ἕως οἴκου βουσέχελ τοῦ ἰου δαίου ὑιοῦ βουῤῥίπχ, τὸ μεσηβρινὸν ἕως τοῦ τείχεος τοῦ παλαιοῦ ἄστεως, τὸ δυ τικὸν ἕως οἴκου τοῦ ὑιοῦ βουσιλίνου, καὶ τὸ ἀρκτῶον ἕως τῆς ὁδοῦ τῆς . . . . . καὶ ἐν ταύτη αἱ εἰσοδοέξοδοι αὐτῶν. ἔγγραπται τῆ προτροπῆ τοῦ ἱερωτάτου τοῦ πρωτοπάπα πόλεως πανόρμου κῦρ βασιλίου χειρὶ κωνσταντίνου εὐτελοῦς ἱερέως ἐν μηνὶ . . εμβρίου ἰνδικτιῶνος ιʹ τοῦ ςχνεʹ ἔτους † ὁ εὐτελὴς πρωτοπάπα πόλεως πανόρμου βασίλεις ὑπέγραψα ἰδιοχείρως. † ἰωσὴφ εἰ καὶ ἀνάξιος ἱερεὺς τῆς ἁγίας ἀγάθης μάρτυρ ὑπέγραψα ἰδιοχείρως. † κωνσταντίνος εὐτελὴς ἱερεὺς μάρτυρ ὑπέγραψα. † ἰωσὴφ ὑιὸς νικολάου τοῦ λέοντος μάρτυρ ὑπέγραψα. † γρηγόριος εἰ καὶ ἀνάξιος εὐτελὴς ἱερεὺς μάρτυρ ὑπέγραψα ἰδιοχείρως. † ὁ εὐτελὴς ἀχνεῖλος ὁ δοξάπατρος καὶ αὐτὸς μάρτυρ ὑπέγραψα. † ἀβράμιος εἰ καὶ ἀνάξιος ἱερεὺς τῆς ἁγίας βαρβάρας μάρτυρ ὑπέγραψα ἰδιοχείρως. † ὁ εὐτελὴς λέων καὶ ἱερεὺς τοῦ ἁγίου νικολάου βαρχ. . . μάρτυρ ὑπέγραψα. † ἰωάννης εἰ καὶ ἀνάξιος ἱερεὺς τοῦ ἁγίου δημητρίου μάρτυρ ὑπέγραψα. † ὁ εὐτελὴς ἱερεὺς νικηφόρος μάρτυρ ὑπέγραψα. † ὁ τοῦ ἄρχοντος τῶν ἀρχόντων ὑιὸς νικόλαος μάρτυρ ὑπέγραψα. † καγὼ θεόδικος εὐτελὴς ἱερεὺς μάρτυρ ὑπέγραψα. † ἀνδρέας βαρχ. . . ὁ ἄρχων τῆς πόλεος πανόρμου μάρτυρ ὑπέγραψα. 10