Textus Originalis

VII.

VII.

† σίγνον χειρὸς ἀβανέλλου τῆς πετραλίας. † σίγνον χειρὸς γιλίας συμβίου αὐτοῦ. † σίγνον χειρὸς ἀρδουίνου ὑιοῦ αὐτῶν. † σίγνον χειρὸς ῥουπέρτου ὑιοῦ αὐτῶν. Ὁ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἰδιοχείρως ἀνωτέρω καθυ πόγραψας ἐγὼ ἀβανέλλας τῆς πετραλίας ὁμολογῶ, ὡς ὅτι ἠδία μου βουλῆ καὶ ἑκουσία προερέσει χωρὶς δόλου καὶ χλεύης ἢ ῥαδιουργίας καὶ πάσης ἄλλης ἀπιγωρευμένης αἰτείας ἢ βίας, ἀλλʼ ἐν ἐῤῥωμένω μου τῶ νοὶ καὶ λογισμῶ ὑγιέ νοντι μετὰ παντὸς θελήματος, πέπρακα πρὸς σὲ τὸν τιμιώτατον μαΐστρον τοῦ ἀνωκαστέλλου κῦρ ἀνσάλδον τὸν ἐμὸν οἶκον ὅλον καθώτι καὶ ἐστιν ἄνω καὶ κάτω οἰκούμενον καὶ ἐρυμώμενον, τὸν ὄντα καὶ διακείμενον ἐν τῆ πόλει πανόρμου ἐντὸς τῆς γάλκας, εἰς τιμὴν συμφωνηθῆσαν καὶ ἀρεσθῆσαν εἰς τὸ μέσον ἡμῶν ταρία τριακώσια· καὶ περιωρίζεται οὕτως, κατὰ μὲν ἀνατολὰς ἐστιν τὸ ὀσπίτιον γιράρδου τοῦ σκουτερίου τοῦ ῥηθέντος ἀγοραστοῦ καὶ τὸ ὀσπίτιόν ποτε φιλίππου κάπουας νῦν ἥδε ἐστὶ δεσποτήριον, καὶ ἐκ νότου μέχρι οἴκου δεσποτικοῦ καὶ ἕως οἴκου γουλιάλμου παλεουκάστρου, καὶ ἐκ δύσεως ἕως σό-