Textus Originalis

X.

X.

Κατὰ τὸν ὀκτώβριον μῆνα τῆς ἐνισταμένης ἰνδικτιῶνος ςʹ τοῦ ἔτους ςχπαʹ ἐκ προστάξεως τῶν μεγαλεπιφανεστάτων καὶ θεοτιμήτων ἀρχόντων τῆς κρα ταιὰς κόρτης, τοῦ τε παναγιωτάτου καὶ πανευλαβεστάτου ἀρχιεπισκόπου πόλεως πανόρμου κυρίου γαλτερίου τοῦ πρωτοφαμιλιαρίου καὶ κυρίου ματθαίου τοῦ ὑπερ τίμου ἀντικαγκελλαρίου καὶ κυρίου βαρθολομαίου τοῦ τιμιωτάτου καὶ θεοφιλεστά του ὑποψηφίου ἀγραγαντίνης χώρας καὶ φαμιλιαρίου, ἀπῆλθον ἐγὼ ἰωσφρὲς ὁ σε κρετικὸς εἰς τὸ μινζηλμὴρ πρὸς τὸ ἐξετάσαι λευτομερῶς καὶ διαχωρῆσαι τὰ σύνορα τοῦ χωρίου σαράνη, ὅπερ ἀφιέρωσεν ὁ ἐν μακαρία τῆ λήξει κύριος γεώρ γιος ὁ ἀμμηρᾶς εἰς τὴν ἐυαγεστάτην ἐκκλησίαν αὐτοῦ τῆς ὑπεραγίας καὶ πα ναχράντου θεοτόκου· εἰς δὲ τὴν προρηθῆσαν χώραν παραγενομένου μου μετὰ καὶ τῶν συνελόόντων μοι ἀξιολόγων ἀνδρῶν ὧν τὰ ὀνόματα κατωτέρως γραφήσονται, μᾶλλον δὲ καὶ ἐπιτοπίως ἤγουν ἐπάνωθεν εἰς τὰ ῥηθέντα σύνορά τε καὶ χω ράφια κατὰ τὴν προρηθῆσαν τῶν ῥηθέντων θεοτιμήτων ἀρχόντων πρόσταξιν παραγενάμενοι, ἐνώπιον ἡμῶν τοὺς τῆς ῥηθήσης χώρας μινζηλμὴρ γέροντας ἠγά γωμεν, καὶ ἐρευνήσαντες αὐτοὺς περὶ τῶν τοιούτων συνόρων, πάντες ὡς ἐξ ἑνὸς στόματος εἶπων ἀκριβῶς ταῦτα ἐπίστασθαι καὶ εἰδέναι· διὸ καὶ τὰ σύνορα αὐτῶν