Textus Originalis

καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πολίτας τῆς ἀνδραγαθίας. Ὡς δὲ ταῦτ᾽ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους τινὰς ἅμ᾽ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας ἦγε ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν προσαγορευομένην. μηδενὸς δὲ τῶν πολεμίων ἐπιθέσθαι τολμήσαντος ἀσφαλῶς ἐπαναγαγὼν εἰς τὴν πόλιν, ἤρθη μὲν αὐτὸς τῷ φρονήματι καὶ τὴν στρατιὰν ἐπῆρεν ὡς ἄμαχον καὶ ἀήττητον οὖσαν ἐκείνου στρατηγοῦντος, τοὺς δὲ φορτικοὺς καὶ πένητας οὕτως ἐδημαγώγησεν ὥστ᾽ ἐρᾶν ἔρωτα θαυμαστὸν ὑπ᾽ ἐκείνου τυραννεῖσθαι, καὶ λέγειν ἐνίους καὶ προσιέναι παρακελευομένους ὅπως τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν ψηφίσματα καὶ νόμους καὶ φλυάρους ἀπολλύντας τὴν πόλιν ὡς ἂν πράξῃ καὶ χρήσεται τοῖς πράγμασι, μὴ δεδιὼς τοὺς συκοφάντας.